Ancient Greek · ~7 min
Book 5, lines 5.272-5.318
Oppian, Ἁλιευτικά 5.272-318
Not analysed yet
ὡς δʼ ὅτε χειμερίοιο κατερχομένου ποταμοῖο
κόλπον ἐς οἰδματόεντα λόφων ἀπὸ μιλτοκαρήνων
ἰλὺς αἱματόεσσα κυλίνδεται ὕδατος ὁρμῇ,
κιρναμένη δίνῃσιν· ἑκὰς δʼ ἐρυθαίνεται ὕδωρ
ξανθῆς ἐκ κονίης, λύθρος δʼ ἔχει ὥστε θάλασσαν,
ὣς τότε κητείοιο πόρος λύθροιο πέφυρται
φοίνιος ἐν προχοῇσι δαϊζομένου βελέεσσιν.
ἐν δέ οἱ ὠτειλῇσιν ἀφυσσάμενοι ῥόον ἄντλου
πευκεδανὸν στάζουσʼ· ἡ δʼ ἕλκεσι μισγομένη ἃλς
ἠΰτε πυρκαϊὴ ὀλοώτατον ἧψεν ὄλεθρον.
ὡς δὲ Διὸς μάστιγι βαλεῖ τρόπιν αἰθέριον πῦρ
πόντου ἀμειβομένην, νέμεται δέ μιν αἰθαλόεσσα
ῥιπή, τὴν δʼ ἔτι μᾶλλον ἐποτρύνουσα κορύσσει
μισγομένη δίοισιν ὁμοῦ πυρσοῖσι θάλασσα,
ὣς κείνου χαλεπάς τε βολὰς ὀδύνας τε κορύσσει
ἄντλου πυθομένοιο δυσαέος ἄγριον ὕδωρ.
ἀλλʼ ὅτε μιν δμηθέντα πολυτμήτοις ὀδύνῃσιν
ἤδη λευγαλέοιο παρὰ προθύροις θανάτοιο
μοῖρα φέρῃ, τότε δή μιν ἀναψάμενοι ποτὶ χέρσον
γηθόσυνοι σύρουσιν· ὁ δʼ ἕλκεται οὐκ ἐθέλων περ,
πολλῇσι γλωχῖσι πεπαρμένος ἠΰτε γόμφοις,
νευστάζων ὀλοοῖο μόρου τέλος οἰνοβαρείων·
οἱ δὲ μέγαν νίκης παιήονα κυδαίνοντες,
εἰρεσίῃ σπέρχοντες ἐπικλάζουσι θαλάσσῃ
ὀξὺν ἐπειγομέναις ἐλάταις νόμον ἀείδοντες.
ὡς δʼ ὁπότʼ εἰναλίοιο διακρινθέντος Ἄρηος
νῆας ἀναψάμενοι νηῶν ἐπιβήτορας ἄνδρας
δυσμενέας ποτὶ χέρσον ἐπειγόμενοι κατάγωσι
γηθόσυνοι, νίκης δὲ διαπρύσιον βοόωσι
ναυμάχον εἰρεσίης παιήονα· τοὶ δʼ ἀέκοντες
ἀχνύμενοι δηΐοισιν ἀναγκαίῃ ξυνέπονται,
ὣς οἵ γʼ αἰνοπέλωρον ἀναψάμενοι δάκος ἅλμης
γηθόσυνοι κατάγουσιν ἐπʼ ᾐόνας· ἀλλʼ ὅτε χέρσῳ
ἐμπελάσῃ, τότε δή μιν ἐτήτυμος ὦρσεν ὄλεθρος
λοίσθιος ἀσπαίρει τε διαξαίνει τε θάλασσαν
σμερδαλέαις πτερύγεσσιν, ἅτʼ εὐτύκτῳ περὶ βωμῷ
ὄρνις ἑλισσομένη θανάτου στροφάλιγγι κελαινῇ,
δύσμορος· ἦ μάλα πολλὰ λιλαίεται οἴδμαθʼ ἱκέσθαι,
ἀλλά οἱ ἠνορέης λέλυται σθένος, οὐδέ τι γυῖα
πείθεται, ἐς χέρσον δὲ καθέλκεται αἰνὸν ἀΐσθων,
φορτὶς ὅπως εὐρεῖα πολύζυγος, ἥν τε θαλάσσης
ἀνέρες ἐξερύουσιν ἐπὶ τραφερὴν ἀνάγοντες
χείματος ἱσταμένοιο μεταπνεῦσαι καμάτοιο
ποντοπόρου· βριθὺς δὲ πόνος ναύτῃσι μέμηλεν·
ὣς οἵ γʼ ὀβριμόγυιον ἐπὶ χθόνα κῆτος ἄγουσι·
πλῆσεν δʼ ᾐόνα πᾶσαν ὑπʼ ἀπλάτοις μελέεσσι
κεκλιμένοις, τέταται δὲ νέκυς ῥίγιστος ἰδέσθαι.