Ancient Greek · ~7 min
Book 5, lines 5.319-5.364
Oppian, Ἁλιευτικά 5.319-364
Not analysed yet
τοῦ μέν τις φθιμένοιο καὶ ἐν χθονὶ πεπταμένοιο
εἰσέτι δειμαίνει πελάσαι δυσδερκέϊ νεκρῷ
ταρβεῖ τʼ οὐκέτʼ ἐόντα καὶ οἰχομένοιό περ ἔμπης
πεφρικὼς αὐτοῖσιν ἐνὶ γναθμοῖσιν ὀδόντας.
ὀψὲ δὲ θαρσήσαντες ἀολλέες ἀμφαγέρονται,
θάμβεϊ παπταίνοντες ἐρείπιον ὠμηστῆρος.
ἔνθʼ οἱ μὲν γενύων ὀλοὰς στίχας ἠγάσσαντο,
δεινοὺς χαυλιόδοντας, ἀναιδέας, ἠΰτʼ ἄκοντας
τριστοιχεὶ πεφυῶτας ἐπασσυτέρῃσιν ἀκωκαῖς·
ἄλλοι δʼ ὠτειλὰς πολυδηρίτοιο πελώρου
χαλκοτόρους ἀφόωσιν· ὁ δʼ ὀξύπρωρον ἄκανθαν
θηεῖται σμερδνοῖσιν ἀνισταμένην σκολόπεσσιν·
ἄλλοι δʼ ἀλκαίην, ἕτεροι πολυχανδέα νηδὺν
καὶ κεφαλὴν ἀπέλεθρον ὁρώμενοι ἠγάσσαντο.
καί τις ἀνὴρ ὁρόων βλοσυρὸν δάκος Ἀμφιτρίτης
ἤθεσιν ἐν τραφεροῖσι πολὺ πλέον ἠὲ νέεσσι
δηθύνων ἑτάροισι μετέννεπεν ἐγγὺς ἐοῦσι·
Γαῖα, φίλη θρέπτειρα, σὺ μὲν τέκες ἠδʼ ἐκόμισσας
φορβῇ χερσαίῃ· κόλποις δʼ ἐνὶ σεῖο θάνοιμι,
ἦμαρ ὅτʼ ἀντήσειε τὸ μόρσιμον· ἔργα δὲ πόντου
εὐμενέοι, χέρσῳ δὲ Ποσειδάωνα σέβοιμι·
μηδέ μʼ ἐν ἀργαλέοις ὀλίγον δόρυ κύμασι πέμποί,
μηδʼ ἀνέμους νεφέλας τε κατʼ ἠέρα παπταίνοιμι·
οὐ γὰρ ἁλὸς ῥοθίων τόσσος φόβος οὐδʼ ἀλεγεινῆς
ἀνδράσι ναυτιλίης καὶ ὀϊζύος ἣν μογέουσιν,
αἰεὶ δυσκελάδοισι συνιππεύοντες ἀέλλαις,
οὐδʼ ἅλις ὀλλυμένοις διερὸς μόρος, ἀλλʼ ἔτι τοίους
δαιτυμόνας μίμνουσιν, ἀτυμβεύτου δὲ τάφοιο
θηρείου λαιμοῖο μυχοὺς πλήσαντο τυχόντες·
δειμαίνω τοίων ἀχέων τροφόν· ἀλλά, θάλασσα,
χαῖρέ μοι ἐκ γαίης, ἕκαθεν δʼ ἐμοὶ ἤπιος εἴης.
κήτεα μὲν τοίοισιν ἐδῃώσαντο πόνοισιν
ὅσσα δέμας προβέβηκεν ὑπερφυές, ἄχθεα πόντου.
ὅσσα δὲ βαιοτέρων μελέων λάχε, τοῖσι καὶ ἄγρη
βαιοτέρη, θήρεσσι δʼ ἐοικότα τεύχε’ ἔασι,
μείονες ὁρμιαί, μείων γένυς ἀγκίστροιο,
φορβὴ παυροτέρη, γενύων δόλος, ἀντὶ δὲ ῥινῶν
αἰγοδόρων ἁψῖδες ἀναπτόμεναι κολοκύντης
ἀζαλέης θήρειον ἄνω δέμας αὖ ἐρύουσι.
Λάμνης δὲ σκύμνοισιν ὅτʼ ἀντήσωσʼ ἁλιῆες,
πολλάκι καὶ τροπὸν αὐτόν, ἐπαρτέα δεσμὸν ἐρετμοῦ,
λυσάμενοι προὔτειναν ἐν οἴδμασιν· ἡ δʼ ἐσιδοῦσα
ἔσσυτο καὶ γενύων προΐει μένος, αἶψα δὲ σειρῇ
ἐνσχόμενοι μίμνουσιν ἅτʼ ἐν δεσμοῖσιν ὀδόντες
ἀγκύλοι· ἔνθεν ἔπειτα πόνος ῥήϊστος ὀλέσσαι
λάμνην τριγλώχινος ὑπὸ ῥιπῇσι σιδήρου.