Ancient Greek · ~8 min
Book 5, lines 5.600-5.645
Oppian, Ἁλιευτικά 5.600-645
Not analysed yet
κυρτίδες ἠβαιαὶ ταλάροις γεγάασιν ὁμοῖαι,
πυκνῇσι σχοίνοισι τετυγμέναι· ἐν δʼ ἄρα τῇσι
στρόμβος συγκέλσαντες ὁμοῦ χήμῃσι τίθενται·
αἱ δʼ ὅταν ἐμπελάσωσι βορῆς μεθύουσαι ἔρωτι,
γλῶσσαν ὑπὲκ θαλάμης δολιχὴν βάλον· ἡ δὲ τέτυκται
λεπτή τʼ ὀξείη τε, διὰ σχοίνων δʼ ἐτάνυσσαν
φορβῆς ἱέμεναι, χαλεπῆς δʼ ἤντησαν ἐδωδῆς·
γλῶσσα γὰρ ἐν σχοίνοισιν ἐρειδομένη πυκινῇσιν
οἰδάνεται, στείνει δὲ λύγων βρόχος, οὐδʼ ἔτʼ ὀπίσσω
ἀνδύνει μεμαυῖα, μένει δʼ ὀδύνῃσι ταθεῖσα,
εἰσόκεν αὖ ἐρύσωσι περὶ γλώσσῃ μεμαυίας,
πορφυρέοις κάλλιστον ὑφάσμασιν ἄνθος ἄγοντες.
Σπογγοτόμων δʼ οὔ φημι κακώτερον ἄλλον ἄεθλον
ἔμμεναι, οὐδʼ ἄνδρεσσιν ὀϊζυρώτερον ἔργον.
οἱ δʼ ἤτοι πρῶτον μέν, ὅτʼ ἐς πόνον ὁπλίζωνται,
βρώμῃ τʼ ἠδὲ ποτοῖσιν ἀφαυροτέροισι μέλονται,
ὕπνῳ τʼ οὐχ ἁλιεῦσιν ἐοικότι μαλθάσσονται.
ὡς δʼ ὅτʼ ἀνὴρ εὔγηρυν ἐφοπλίζητʼ ἐς ἀγῶνα,
μολπῆς εὐφόρμιγγος ἔχων Φοιβήϊον εὖχος,
πᾶσα δέ οἱ μέλεται κομιδή, πάντῃ δὲ φυλάσσει,
πιαίνων ἐς ἄεθλα λιγυφθόγγου μέλος αὐδῆς,
ὣς οἵ γʼ ἐνδυκέως κομιδὴν εὔφρουρον ἔχουσι,
ὄφρα σφι πνοιή τε μένῃ ποτὶ βυσσὸν ἰοῦσιν
ἀσκηθής, προτέροιο δʼ ἀναψύξωσι πόνοιο.
ἀλλʼ ὅτʼ ἀεθλεύωσι μέγαν πόνον ἐξανύοντες,
εὐχόμενοι μακάρεσσιν ἁλὸς μεδέουσι βαθείης
ἀρῶνται κήτειον ἀλεξῆσαί σφισι πῆμα,
μήτε τινʼ ἀντιάσαι λώβην ἁλός· ἢν δʼ ἐσίδωνται
κάλλιχθυν, τότε δή σφι νόον μέγα θάρσος ἱκάνει·
οὐ γάρ πω κείνῃσι νομαῖς ἔνι κῆτος ἄαπτον,
οὐ δάκος, οὐδέ τι πῆμα θαλάσσιον ἄλλο φαάνθη,
ἀλλʼ αἰεὶ καθαροῖσιν ἀπημάντοις τε πόροισι
τέρπονται· τῷ καί μιν ἐφήμισαν ἱερὸν ἰχθύν.
τῷ δʼ ἐπιγηθήσαντες ἐπισπεύδουσι πόνοισι.
πείσματι μηκεδανῷ μεσάτης ὑπὲρ ἰξύος ἀνὴρ
ἔζωσται, παλάμῃσι δʼ ἐν ἀμφοτέρῃσιν ἀείρει
τῇ μὲν ἐριβριθῆ μολίβου χύσιν ἀμφιμεμαρπώς,
δεξιτερῇ δʼ ἅρπην εὐήκεα χειρὶ τιταίνει·
φρουρεῖ δʼ ἐν γενύεσσιν ὑπὸ στόμα λευκὸν ἄλειφαρ·
στὰς δʼ ἄρʼ ὑπὲρ πρώρης ἐσκέψατο πόντιον οἶδμα
ὁρμαίνων βριθύν τε πόνον καὶ ἀθέσφατον ὕδωρ.
οἱ δέ μιν ὀτρύνουσιν ἐπισπέρχουσί τε μύθοις
θαρσαλέοις ἐπὶ μόχθον, ἅτʼ ἐν νύσσῃ βεβαῶτα
ἄνδρα ποδωκείης δεδαημένον· ἀλλʼ ὅτε θυμῷ
θαρσήσῃ, δίναις μὲν ἐνήλατο, τὸν δὲ καθέλκει
ἱέμενον πολιοῦ μολίβου βεβριθότος ὁρμή.