Ancient Greek · ~7 min
Book 5, lines 5.556-5.599
Oppian, Ἁλιευτικά 5.556-599
Not analysed yet
ὣς ἥ γʼ αἴνʼ ἀχέουσα δαϊζομένῳ περὶ παιδί,
ὥστʼ αὐτὴ μογέουσα καὶ οὐτηθεῖσα σιδήρῳ,
δινεύει· τὸν δʼ ἄλλον ἑῆς ἀπὸ παῖδα κελεύθου
στέλλει ἐπεμπίπτουσα καὶ ὀτρύνουσα διώκει·
φεῦγε, τέκος· μέροπες γὰρ ἀνάρσιοι, οὐκέθʼ ἑταῖροι
ἡμῖν, ἀλλὰ σίδηρον ἐφοπλίζουσι καὶ ἄγρην·
ἤδη καὶ δελφῖσιν ἐπεντύνουσιν Ἄρηα,
σπονδάς τʼ ἀθανάτων καὶ ὁμοφροσύνην ἀλιτόντες
ἡμετέρην, τὴν πρόσθεν ἐπʼ ἀλλήλοις ἐθέμεσθα.
τοῖα καὶ ἄφθογγός περ ὅμως τεκέεσσιν ἑοῖσι
μυθεῖται· καὶ τὸν μὲν μὲν ἀπέτρεπε τῆλε φέβεσθαι,
τῷ δʼ ἑτέρῳ κρυερῶς μεμογηότι συμμογέουσα
αὐτῆς ἄγχʼ ἀκάτοιο συνέσπεται, οὐδʼ ἀπολείπει·
οὐδέ τις ἱέμενός περ ἀποτρέψειε τεκοῦσαν
οὔτε βαλὼν οὔτʼ ἄλλο φέρων δέος· ἀλλʼ ἅμα παιδὶ
ἑλκομένῳ δύστηνος ἀνέλκεται, ὄφρα πελάσσῃ
δυσμενέων ὑπὸ χεῖρας· ἀνάρσιοι, ἦ μέγʼ ἀλιτροὶ
οἵδʼ, οὔτʼ οἰκτείρουσιν ἀτυζομένην ὁρόωντες
οὔτε νόον γνάμπτουσι σιδήρεον, ἀλλὰ καὶ αὐτὴν
χαλκείαις ἀκίδεσσι καταΐγδην ἐλάσαντες
παῖδά τε καὶ γενέτειραν ὁμῇ συναπέφθισαν ἄτῃ·
ἔφθισαν οὐκ ἀέκουσαν, ἐπεὶ περὶ παιδὶ θανόντι
μήτηρ καὶ φρονέουσα καὶ ἱεμένη δεδάϊκται.
ὡς δʼ ὁπότʼ ὀρταλίχοισι χελιδόσι νηπιάχοισι
νέρθεν ὑπὲξ ὀρόφοιο τυχὼν ὄφις ἄγχι πελάσσῃ,
καὶ τοὺς μὲν κατέπεφνε καὶ ἔσπασεν ἔνδον ὀδόντων,
μήτηρ δὲ πρῶτον μὲν ἀτυζομένη δεδόνηται
λοίγια τετριγυῖα φόνου γόον· ἀλλʼ ὅτε παῖδας
ἀθρήσῃ φθιμένους, ἣ δʼ οὐκέτι φύξιν ὀλέθρου
δίζεται, ἀλλʼ αὐτῇσιν ὑπαὶ γενύεσσι δράκοντος
εἱλεῖται, μέσφʼ ὄρνιν ἕλῃ παιδοκτόνος ἄτη·
ὣς ἄρα καὶ δελφῖνι νέῳ συναπέφθιτο μήτηρ,
χεῖρας ἐς ἰχθυβόλων αὐτάγρετος ἀντήσασα.
ἔθνεα δʼ ὀστρακόρινα, τά θʼ ἑρπύζουσι θαλάσσῃ,
πάντα φάτις μήνης μὲν ἀεξομένης κατὰ κύκλον
σαρκὶ περιπλήθειν καὶ πίονα ναιέμεν οἶκον·
φθινούσης δʼ ἐξαῦτις ἀφαυροτέροις μελέεσσι
ῥικνοῦσθαι· τοίη τις ἐνί σφισιν ἐστὶν ἀνάγκη.
τῶν δὲ τὰ μὲν δύνοντες ὑπόβρυχα χερσὶ λέγονται
ἀνέρες ἐκ ψαμάθοιο, τὰ δʼ ἐκ σπιλάδων ἐρύουσι
νωλεμὲς ἐμπεφυῶτα, τὰ δʼ ᾐόσιν ἔπτυσαν αὐταῖς
κύματα καὶ βόθροισι λαχαινομένης ψαμάθοιο.
πορφύραι αὖ πέρι δή τι μετʼ ὀστρείοισιν ἔασι
λίχναι· τοίη δέ σφιν ἐτήτυμος ἵσταται ἄγρη.