Ancient Greek · ~6 min
Fragment 1
Oracula Sibyllina, Fragmenta 1
Not analysed yet
Ἄνθρωποι θνητοὶ κοὶ σάρκινοι, οὐδὲν ἐόντες, πῶς ταχέως ὑψοῦσθε βίου τέλος οὐκ ἐσορῶντες; οὐ τρέμετ᾿ οὐδὲ φοβεῖσθε θεόν, τὸν ἐπίσκοπον ὑμῶν, ὕψιστον γνώστην πανεπόπτην μάρτυρα πάντων παντοτρόφον κτίστην, ὅστις γλυκὺ πνεῦμ᾿ ἐν ἄπασιν κάτθετο χἠγητῆρα βροτῶν πάντων ἐποίησεν; εἷς θεός, ὃς μόνος ἄρχει, ὑπερμεγέθης ἀγένητος παντοκρατωρ αορατος ορωμενος αυτος απαντα, αὐτὸς δ᾿ οὐ βλέπεται θνητῆς ὑπὸ σαρκὸς ἁπάσης· τίς γὰρ σὰρξ δύναται τὸν ἐπουράνιον καὶ ἀληθῆ ὀφθαλμοῖσιν ἰδεῖν θεὸν ἄμβροτον, ὃς πόλον οἰκεῖ; ἀλλ’ οὐδ᾿ ἀκτίνων κατεναντίον ἠελίοιο ἄνθρωποι στῆναι δυνατοί, θνητοὶ γεγαῶτες ἄνδρες, ἐν ὀστείοισι φλέβες καὶ σάρκες ἐόντες. αὐτὸν τὸν μόνον ὄντα σέβεσθ᾿ ἡγήτορα κόσμου. ὃς μόνος εἰς αἰῶνα καὶ ἐξ αἰῶνος ἐτύχθη αὐτογενὴς ἀγένητος ἅπαντα κρατῶν διὰ παντός, πᾶσι βροτοῖσι νέμων τὸ κριτήριον έν φαΐ κοινῷ. τῆς κακοβουλοσύνης δὲ τὸν ἄξιον ἕξετε μισθόν, ὅττι θεὸν προλιπόντες ἀληθινὸν ἀέναόν τε δοξάζειν αὐτῷ τε θύειν ἱερὰς ἑκατόμβας δαίμοσι τὰς θυσίας ἐποιήσατε τοῖσιν ἐν Ἅιδῃ. τύφῳ καὶ μανίῃ δὲ βαδίζετε καὶ τρίβον ὀρθήν εὐθεῖαν προλιπόντες ἀπήλθετε καὶ δι᾿ ἀκανθῶν καὶ σκολόπων ἐπλανπασθ· βροτοί, παύσασθε, μάταιοι, ῥεμβόμενοι σκοτίῃ καὶ ἀφεγγέι νυκτὶ μελαίνῃ, καὶ λίπετε σκοτίην νυκτός, φωτὸς δὲ λάβεσθε. οὑτος ἰδοὺ πάντεσσι σαφὴς ἀπλάνητος ὑπάρχει. ἔλθετε, μὴ σκοτίην δὲ διώκετε καὶ γνόφον αἰεί. ἠελίου γλυκυδερκὲς ἰδοὺ φάος φάος λάμπει. γνῶτε δὲ κατθέμενοι σοφίην ἐν στήθεσιν ὑμῶν· εἷς θεός ἐστι βροχὰς ἀνέμους σεισμοὺς ἐπιπέμπων ἀστεροπὰς λιμοὺς λοιμοὺς καὶ κήδεα λυγρά καὶ νιφετοὺς κρύσταλλα. τί δὴ καθ’ ἓν ἐξαγορεύω; οὐρανοῦ ἡγεῖται, γαίης κρατεῖ, αὐτὸς ὑπάρχει.