Ancient Greek · ~8 min
Fragment 3
Oracula Sibyllina, Fragmenta 3
Not analysed yet
εἰ δὲ γενητὸν ὅλως καὶ φθείρεται, οὐ δύνατ᾿ ἀνδρός ἐκ μηρῶν μήτρας τε θεὸς τετυπωμένος εἶναι· ἀλλὰ θεὸς μόνος εἱς πανυπέρτατος, ὃς πεποίηκεν οὐρανὸν ἠέλιόν τε καὶ ἀστέρας ἠδὲ σελήνην καρποφόρον γαῖάν τε καὶ ὕδατος οἴδματα πόντου ουρεἀ θ᾿ ὑψήεντα ἀένναα χεύματα πηγῶν. τῶν τ᾿ ἐνύδρων πάλι γεννᾷ ἀνήριθμον πολὺ πλῆθος, ἑρπετὰ δ᾿ ἐν γαίῃ κινούμενα ψυχοτροφεῖται, ποικίλα τε πτηνῶν λιγυροθρόα τραυλίζοντα ξουθὰ λιγυπτερόφωνα ταράσσοντ᾿ ἀέρα ταρσοῖς, έν δὲ νάπαις ὀρέων ἀγρίαν γένναν θέτο θηρῶν ἡμῖν τε κτήνη ὑπέταξεν πάντα βροτοῖσιν. πάντων δ᾿ ἡγητῆρα κατέστησεν θεότευκτον, ἀνδρὶ δ᾿ ὑπέταξεν παμποίκιλα κοὐ κατάληπτα. τίς γὰρ σὰρξ δύναται θνητῶν γνῶναι τάδ᾿ ἅπαντα; ἀλλ᾿ αὐτὸς μόνος οἶδεν ὁ ποιήσας τάδ᾿ ἀπ᾿ ἀρχῆς, ἄφθαρτος κτίστης αἰώνιος αἰθέρα ναίων, τοῖς ἀγαθοῖς ἀγαθὸν προφέρων πολὺ πλείονα μισθόν, τοῖς δὲ κακοῖς ἀδίκοις τε χόλον καὶ θυμὸν ἐγείρων καὶ πόλεμον καὶ λοιμὸν ἰδ ἄλγεα δακρυόεντα. ἄνθρωποι, τί μάτην ὑψούμενοι ἐκριζοῦσθε; αἰσχύνθητε γαλᾶς καὶ κνώδαλα θειοποιοῦντες. οὐ μανίη καὶ λύσσα φρενῶν αἴσθησιν ἀφαιρεῖ, εἰ λοπάδας κλέπτουσι θεοί, συλοῦσι δὲ χύτρας· ἀντὶ δὲ χρυσήεντα πόλον κατ᾿ ἀπείρονα ναίειν σητόβρωτα δέδορκε, πυκναῖς δ’ ἀράχναις δεδίασται· προσκυνέοντες ὄφεις κύνας αἰλούρους, ἀνόητοι, καὶ πετεηνὰ σέβεσθε καὶ ἑρπετὰ θηρία γαίης καὶ λίθινα ξόανα καὶ ἀγάλματα χειροποίητα καὶ παρ᾿ ὁδοῖσι λίθων συγχώσματα· ταῦτα σέβεσθε ἄλλα τε πολλὰ μάταια, ἂ δὴ καἰσχρὸν ἀγορεύειν· εἰσὶ θεοὶ μερόπων δόλῳ ἡγητῆρες ἀβούλων, τῶν δὴ κἀκ στόματος χεῖται θανατηφόρος ἰός. ὃς δ᾿ ἔστιν ζωή τε καὶ ἄφθιτον ἀέναον φῶς καὶ μέλιτος #x23D4; –γλυκερώτερον ἀνδράσι χάρμα ἐκπροχέει #x23D4; –,τῷ δὴ μόνῳ αὐχένα κάμπτε, καὶ τρίβον αἰώνεσσιν ἐν εὐσεβέεσσ’ ἀνακλίνοις. ταῦτα λιπόντες ἅπαντα δίκης μεστὸν τὸ κύπελλον ζωρότερον στιβαρὸν βεβαρημένον εὖ μάλ’ ἄκρητον εἱλκύσατ᾿ ἀφροσύνῃ μεμανηότι πνεύματι πάντες. κοὐ θέλετ᾿ ἐκνῆψαι καὶ σώφρονα πρὸς νόον ἐλθεῖν καὶ γνῶναι βασιλῆα θεόν, τὸν πάντ’ ἐφορῶντα. τοὔνεκεν αἰθομένοιο πυρὸς σέλας ἔρχετ᾿ ἐφ᾿ ὑμᾶς, λαμπάσι καυθήσεσθε δι᾿ αἰῶνος τὸ πανῆμαρ ψευδέσιν αἰσχυνθέντες ἐπ᾿ εἰδώλοισιν ἀχρήστοις. οἱ δὲ θεὸν τιμῶντες ἀληθινὸν ἀέναόν τε ζωὴν κληρονομοῦσι, τὸν αἰῶνος χρόνον αὐτοί οἰκοῦντες παραδείσου ὁμῶς ἐριθηλέα κῆπον δαινύμενοι γλυκὺν ἄρτον ἀπ᾿ οὐρανοῦ ἀστερόεντος.