Ancient Greek · ~1 min
Fragment 8
Oracula Sibyllina, Fragmenta 8
Not analysed yet
Ἡ γοῦν Ἐρυθραία πρὸς τὸν θεόν· τί δή μοι, φησίν, ὦ δέσποτα, τὴν τῆς μαντείας ἐπισκήπτεις ἀνάγκην, καὶ οὐχὶ μᾶλλον ἀπὸ τῆς γῆς μετέωρον ἀρθεῖσαν διαφυλάττεις, ἄχρι τῆς μακαριωτάτης σῆς ἐλεύσεως ημερας;