Ancient Greek · ~66 min
I.
Oracula Sibyllina, Oracula I..1
Not analysed yet
Ἀρχομένη πρώτης γενεῆς μερόπων ἀνθρώπων ἄχρις ἐπ’ ἐσχατίῃσι προφητεύσω τὰ ἕκαοτα, ὁππόσα πρὶν γέγονεν, πόσα δ’ ἐστίν, ὁπόσσα δὲ μέλλει ἔσσεσθαι κόομῳ διὰ δνσσεβίας ἀνθρώπων. πρῶτον δὴ κέλεταί με λέγειν θεὸς ὡς ἑγενήθη άτρεκέως κόομος. σὺ δέ, ποικίλε θνητέ, πίφαοκε νουνεχέως, ἵνα μήποτ’ ἐμῶν ἐφετμῶν ἀμελήοῃς, ὕψιστον βασιλῆα, ὃς ἔκτισε κόομον ἅπαντα εἴπας ,γεινάσθω' καὶ ἐγείνατο. ἥδραδε γὰρ γῆν Ταρτάρῳ ἀμφιβαλὼν καὶ φῶς γλυκὺ αὐτὸς ἔδωκεν· οὐρανὸν ὕψωοεν, γλαυκὴν δ' ἥπλωδε θάλασσαν, καὶ πόλον ἐστεφάνωσεν ἅλις πυριλωμπέσιν ἄστροις καὶ γαῖαν κόσμησε φυτοῖς, ποταμοῖσι δὲ πόντον χευάμενος ἐκέρασσε καὶ ἀέρι μίξεν ἀυτμάς καὶ νέφεα δροδόεντα· τιθεὶς ἄρα καὶ γένος ἄλλο ίχθύας ἐν πελάγεσσι καὶ ὄρνεα δῶκεν ἀήταις, ὕλαις δ’ αὖ θῆρας λασιαύχενας ἠδὲ δράδοντας ἑρπυστὰς <γαίῃ<, καὶ πάνθ’ ὅσα νῦν καθορᾶται, αὐτὸς ταῦτ’ ἐποίησε λόνθ’ καὶ πάντ’ ἐγενῄθη ὦκα καὶ ἀτρεκέω· ὅδε γὰρ πάλετ’ αὐτολόχεντος, οὐρανόθεν καθορῶν· ὡπὸ <γαίῃ< τετέλεοτο δὲ κόσμος. καὶ τότε δὴ μετέπειτα πλάσεν πάλιν ἔμπνοον ἔργον εἰκόνος θεσπέσιον, τὸν δὴ ἀπομαξάμενος νέον ἄνδρα καλὸν θεσπέσιον, τὸν δὴ κέλετ’ ἐν παραδῳίσῳ ἀμβροοίῳ ναίειν, ὥς οἱ καλὰ ἔργα μεμήλῃ. ἀντὰρ ὃ μοῦνος ἐὼν παραδείσου ἐριθηλέι κήπῳ προσλαλιὴν ποθέεσκε καὶ ηὔχετο εἶδος ἀθρῆσαι ἄλλ’ οἶον αὐτὸς εχεν. τοῦ δὴ θεὸς αὐτὸς ἐκ λαπάρης ὀλτοῦν ἐποιήοατο Εὖαν ἀγητήν. κουριδίην ἄλοχον, ἥν δὴ πόρεν ἐν παραδείσῳ. τούτῳ συνναίειν. ὃ δέ μιν κατιδὼν μέγα θυμῷ θαῦμ’ ἔχεν ἐξαίφνης, κεχαρημένος, οἶον ὁρᾶτο ἀντίτνπον ὁείουημα· σοφοῖς δ’ ἠμείβετο μύθοις αὐτομάτοις ῥείονοι· θεῷ γὰρ πάντ’ εμεμήλει. οὔτε γὰρ ἀκρασίῃ νόον ἔσκεπον οὔτε μὲν αἰδῶ εἶχον, ἀλλ’ ἦσαν κραδίῃς ἀπάνευθε κακοῖο χὡς θῆρες βαίνεσκον ἀποσκεπέεσσι μέλεσσιν. τοῖσι δὲ καὶ μετέπειτα θεός ἐφετμὰς ἀγορεύσας δεῖξεν τοῦ δένδρου μὴ ψαῦοαι· τοὺς δὲ μάλ᾿ αἰνός ἐξαπάτησεν ὄφις δολίως ἐπὶ μοῖραν ἀπελθεῖν τοῦ θανάτου γνῶσίν τε λαβεῖν ἀγαθοῦ τε κακοῦ τε. ἀλλὰ γυνή πρώτη προδότις ⏔γείνατ᾿ ἐκείνῳ, ἣ δῶκεν, τοῦτον δ᾿ ἀδαῆ πείθεσκεν ἁμαρτεῖν. ὃς δὲ γυναικὸς ἔπεσσι πεπεισμένος ἐξελάθεσκεν ἀθανάτου κτίοτου, σαφέων δ᾿ ἀμέλησεν ἐφετμῶν. τοὔνεκεν ἀντ᾿ ἀγαθοῖο λάβον κακόν, οἷον ἔπραξαν. καὶ τότε δὴ γλυκερῆς συκῆς πέταλ᾿ ἀμπείραντες ἐσθῆτας τεῦξαν καὶ ἐπ᾿ ἀλλήλοισιν ἔθηχαν μήδεά τ᾿ ἀμφεκάλυψαν, ἐπεί σφισιν ἤιεν αἰδώς. τοῖσιν δ᾿ ἀθάνατος κότον ἔνθετο κἄβαλεν ἔξω ἀθανάτων χώρου. τόδε γὰρ τετελεσμένον ἦεν θνητῷ ἐνὶ χώρῳ μεῖναι, ἐπεὶ οὐκ ἐφύλαξαν ἀθανάτου μεγάλοιο θεοῦ λόγον εἰσαΐσαντες. οἳ δ᾿ ἄφαρ ἐξελθόντες ἐπὶ ζείδωρο ἄρουραν δάκρυσι καὶ στοναχαῖς δεύοντο· ἔπειτα δὲ τοῖσιν ἀθάνατος θεὸς αὐτὸς ἐπὶ προφερέστερον εἶπεν· ,αὔξετε, πληθύνεοθε καὶ ἐργάζεσθ᾿ ἐπὶ γαίης ἐντέχνως, ἵν᾿ ἔχητε τροφῆς κόρον ἱδρώοντες. ᾿ὣς φάτο· τῆς δ᾿ ἀπάτης τὸν ἐπαίτιον ἑρπυστῆρα νηδύι καὶ κενεῶνι ποιήοατο γαῖαν ἐρείδειν πικρῶς ἐξελάσας· δεινήν δ᾿ ἔχθραν προΐαψεν ἐν μέσῳ ἀλλήλων· καὶ ὅ μὲν κεφαλὴν προφυλάσσει σῴζειν, ὄς δὲ πτέρναν, ἐπει θάνατός γε πάρεστιν πλησίον ἀνθρώπων καὶ ἰοβόλων κακοβούλων. καὶ τότε δὴ γενεὴ πληθύνετο, ὡς ἐκέλευσεν αὐτὸς ὁ παντοκράτωρ, καὶ αὔξανεν ἄλλος ἐπ’ ἄλλῳ λαὸς ἀπειρέσιος· οἴκους δὲ μὲν ἐξήσκησαν παντοίονς ἠδ’ αὖτε πόλεις καὶ τείχε’ ἐποίονν εὖ καὶ ἐπισταμένως· οἶσιν πολνχρόνιον ἦμαρ ὤπαοεν εἰς ζωὴν πολνήρατον· οὐ γὰρ ἀνίαις τειρόμενοι θνῇσκον, ἀλλ’ ὡς δεδμημένοι ὕπνῳ· ὅλβιοι οἱ μέροπες μεγαλήτορες, οὔς ἔφίλησεν σωτὴρ ἀθάνατος βασιλεὺς θεός. άλλὰ καὶ αὐτοί ἤλιτον ἀφροσύνῃ βεβολημένοι. οἴ γὰρ ἀναιδῶς ἐξεγέλων πατέρας καὶ μητέρας ἠτἰμαζον, γνοιοτοὺς δ’ οὐ γίνωσκον ἀδελφειῶν ἐπίβονλοι. ἦσαν δ’ ἄρ μιαροὶ κεκορεσμένοι αἴματι φωτῶν καὶ πολέμους ἐποίουν. ἐπὶ δ’ αὐτοὺς ἤλυθεν ἄτη ὑστάτη σὐρανόθεν βεβολημένη, ἤ βιότοιο δεινοὺς ἐξεῖλεν· τοὺς δ’ αὖ ὑπεδέξατο Ἄιδης· Ἅιδην δ’ αὖτ’ ἐκάλεσσαν, ἐπεὶ πρῶτος μόλεν Ἀδάμ γεσάμενος θανάτου, γαίη δέ μιν ἀμφεκάλυψεν. τοὔνεκα δὴ πάντες οἱ ἐπιχθόνιοι γεγαῶτες ἀνέρες εἰν Ἀίδαο δόμοις ἰέναι καλέονται. ἀλλ' οὖτοι πάντες καὶ εἰν Ἀίδαο μολόντες τιμὴν ἔσχηκαν, [καὶ] ἐπεὶ πρῶτον γένος ἦσαν. αὐτὰρ ἐπεὶ τούτους ὑπεδέξατο, δεύτερον αὖτις τῶν καταλειφθέντων [τε] δικαιοτάτου ἀνθρώπων ἄλλο γένος τεῦξεν πολνποίκιλον, οἶς ἐμεμήλει ἔργ' ἐρατὰ σπουδαί τε καλαὶ καὶ ὑπείροχος αἰδώς καὶ πυκινὴ σοφίη· τέχνας δὲ μὲν ἐξήσκησαν παντοίας εὑρόντες ἀμηχανίαις ἐπινοίας. καί τις μὲν γαίην άρότροις ἐξεῦρε γεωργεῖν, ἄλλος τεκταίνειν, ἄλλω δὲ πλέειν μεμέλητο, ἄλλῳ δ’ ἀστρονομεῖν καὶ ὀνειροπολεῖν τὰ πετεινά, φαρμακίη δ’ ἄλλῳ, αὐτὰρ μαγικὴ πάλιν ἄλλῳ· ἄλλοι δ' ἄλλα ἔκαστα μεμηλότα τεχνώοντο, Γρήγοροι ἀλφηοτῆρες, ἐπωννμίης μετέχοντες ταύτης, ὄττι φρεοὶν ἀκοίμητον νόον εἶχον ἄπληστόν τε δέμας· οτιβαροὶ μεγάλῳ επὶ εἴδει ἦσαν· ὅμως δ᾿ ἔμολον ὑπὸ ταρτάριον δόμον αίνον, δεσμοῖς άρρήκτοις πεφνλαγμένοι ἐξαποτῖδαι εἰς γένναν μαλερον λάβρου πυρός άκαμάτοιο. των δὴ και μετέπειτα πάλιν γένος όμβριμόθυμον ἐξεφάνη τρίτατον ὑπερφιάλων άνθρώπων δεινών, οἳ κακὰ πολλὰ παρὰ οφίοιν έξεπονονντο. καὶ τούσδ᾿ ὑσμῖναί <τ᾿> ἀνδροκτασίαι τε μάχαι τε συνεχέως ὤλεσκον ὑπέρβιον ἦτορ ἔχοντας. ἐκ τῶν δὴ μετὰ ταῦτα κατήλυθεν ὀψιτέλεστον ὁπλότατον γένος άλλο μιαιφόνον άκριτόβουλον άνδρών έν τετράτῃ γενεῇ· οἳ πολλά χέεσκον αἵματα οὔτε θεόν δειδιότες οὔτ᾿ ἀνδρώπους σἰδόμενοι· μάλα γάρ τοι έπ᾿ αυτοῖσιν βεβόλητο οἰστρομανὴς μῆνις καὶ δυσσεβίη ἀλεγεινή. καὶ τοὺς μὲν πόλεμοι τ᾿ ἀνδροκταοίαι τε μάχαι τε εἰς ἔρεβος προΐαψαν οἰζυρούς περ ἐόντας ἄνδρας δυσσεβέας. τοὺς δ᾿ αὖ μετόπισθε χόλοιοιν οὐράνιος θεὸς αὐτός ἑοῦ μετεθήκατο κόσμου Ταρτάρφῳ άμφιβαλών μεγάλῳ ὑπὸ πυθμένι γαίης. καὶ πάλιν ἄλλο γένος πολὺ χειρότερον μετόπισδεν ανθρώπων ποίηοσ᾿ οἷς οὐκ άγαδὸν μετέπειτα ἀθάνατος θεός τεῦξεν, ἐπεὶ κακὰ πόλλ᾿ ἐπονοῦντο. οἳ γὰρ ὑβριστῆρες πολλῷ πλέον ἢ ὅτ᾿ ἐκεῖνοι Γίγαντες σκολιοὶ μιαρῶς δύσφημα χέοντες. μοῦνος δ᾿ ἐν πάντεσσι δικαιότατος καὶ ἀληθής ἦν Νῶε, πιστότατος καλοῖς τ᾿ ἔργοιοι μεμηλώς. καὶ τῷ μὲν θεὸς αὐτὸς ἀπ᾿ οὐρανόθεν φάτο τοῖα· ,Νῶε, δέμας θάροθνον ἑὸν λαοῖσί τε πάσιν κήρυξον μετάνοιαν, ὅπως σωδῶσιν ἅπαντες. ἢν δέ γε οὐκ ἀλέγωσιν ἀναιδέα θυμὸν ἔχοντες, πᾶν γένος ἐξολέσω μεγάλοις ὑδάτων κατακλυσμοῖς. σοὶ δ᾿ ὦκ᾿ ἐν ῥίζῃσιν ἀδιψήτοισι τεθηλός δουράτεον κέλομαι δῶμ᾿ ἄφθιτον ἀσκήσασθαι. θήσω δ᾿ ἐν στήθεσσι νόον πνκινήν δέ τε τέχνην καὶ μέτρα κατά κόλπον· ἐμοὶ δέ τε πάντα μεληβει, ὥστε σε σωθῆναι καὶ ὅσοι σὺν σοὶ ναίουνσιν. [είμὶ δ᾿ ἔγωγε ὁ ὤν, σὺ δ᾿ ἐνὶ φρεοὶ σῇσι νόησον· οὐρανόν ἐνδέδνμαι, περιβέβλημαι δὲ θάλασσαν, γαῖα δέ μοι στήριγμα ποδῶν, περὶ αῶμα κέχνται ἀήρ ήδ᾿ ἄστρων με χορὸς περιδέδρομε πάντη. ἐννέα γράμματ᾿ ἔχω· τετρασύλλαβός είμι· νόει με· αἱ τρεῖς αἱ πρῶται δύο γράμματ᾿ ἔχουσοιν ἐκάστη, ἡ λοιπὴ δὲ τὰ λοιπὰ καὶ εἐσιν ἄφωνα τά πέντε· τοῦ παντός δ᾿ ἀριθμοῦ ἑκατοντάδες είσὶ δὶς ὀκτώ καὶ τρεῖς, τρὶς δεκάδες σύν γ᾿ ἑπτά. γνοὺς δὲ τίς είμι οὐκ ἀμύητος ἔσῃ τῆς παρ᾿ ἐμοὶ σοφίης. ᾿]ὣς φάτο· τὸν δὲ τρόμος λάβε μυρίος, οἷον ἄκουσεν. καὲ τότε δὴ νοερῶς τεχνησάμενος τὰ ἕκαστα λαοὺς <ἐλ>λιτάνευε, λόγων δ᾿ἐξήρχετο τοίων· ,ἄνδρες ἀπιστοκόροι, μεγάλῳ βεβολημένοι οἴστρῳ, οὐ λὴσει θεὸν ὅσσ᾿ ἐπράξατε᾿ πάντα γὰρ οἶδεν ἀθάνατος σωτὴρ πανεπίοκοπος, ὅς μ᾿ ἐκέλευσεν ἀγγέλλειν ὑμῖν, ἵνα μὴ φρεσὶν ἐξαπόλησθε. νήψατε, τὰς κακίας ἀποκόψατε, μηδὲ βιαίως ἀλληλοις μάρνασθε μιαιφόνον ητορ ἔχοντες, αἵμασιν ἀνδρομέοις πολλὴν γαῖαν ἀρδεὺοντες. αἰδέσδητε, βροτοί, τον ὑπερμεγέθη καὶ ἄτρεστον οὐράνιον κτίοτην, θεόν ἄφθιτον, ὅς πόλον οἰκεῖ, καὶ τοὐτον πάντες λιτανεὐσατε —χρηστὸς ὑπάρχει —τουτον ὑπερ ζωῆς πόλεων κόομοιό τε παντός τετραπόδων πτηνών δ᾿ ὡς ἵλεως ἔσσεθ᾿ ἅπασιν. ἔοται γάρ ὅτε κόαμος ὅλος άπερείσιος ἀνδρῶν ὕδασιν ὀλλνμενος φοβερὰν ὀλολύξετ' ἀοιδήν. ἔσται δ' ἐξαπίνης ἀὴρ ἀκατάστατος ὑμῖν καὶ χόλος οὐρανόθεν μεγάλου θεοῦ ἥξει ἐφ' ὑμᾶς. ἔσται δ' ἀτρεκέως, ότ' ἐς ἀνθρώπους προϊάψει σωτήρ ἀθάνατος, ἂν μὴ θεόν ἱλάξησθε καὶ μετάνοιαν ἔχητ' ἀπὶ νῦν, καὶ μηδέν δύσκολον ἠὲ κακόν γ' ἀθεμίστως ἄλλος ἐπ' ἄλλῳ πράττῃ, ἀλλ' ὁσίῳ βιότῳ πεφυλαγμένος εἴη.' οἳ δέ μιν εἰσαΐοντες ἐμυκτήριζον ἓκαστος ἔκφρονα κικλήσκοντες, ἀτὰρ μεμανημένον ἄνδρα. καὶ τότε δ' αὖ, πάλιν αὖθις ἀνίαχε Νῶε ἀοιδήν· ,ὦ μέγα δείλαιοι κακοήτορες ἄστατοι ἄνδρες, αἰδοίην προλιπόντες, ἀναιδείην ποθέοντες, ἀστασίῃσι τύραννοι ἁμαρτωλοί τε βίαιοι ψεῦσται ἀπιστοκόροι κακοπράγμονες οὐδὲν ἀληθεῖς λεκτροκλόποι θ' εὑρεσσίλογοι δύοφημα χέοντες, οὐκ ὀργὴν τε θεοῦ δειδιότες ὑψίστοιο, εἰς γενεὴν πέμπτην πεφυλαγμένοι ἐξαποτῖσαι. οὐ κλαίετ' άλλνδις ἄλλον, ἀπηνέες, ἀλλὰ γελᾶτε· σαρδόνιον μείδημα γελάσσετε, ὁππόταν ἥξῃ τοῦτο, λέγω, τὸ θεοῦ φοβερόν καὶ ἐπηλυτον ὕδωρ. [ὁπποτε κεν ‘Ρείης μιερὸν γένος ἐν χθονὶ κῦμα ἀέναον ῥίζῃς ἐν ἀδιψήτοισι τεθηλός αὐτόπρεμνον ἄιοτον ἰῇ ἐν ἀνκτὶ γένηται, καὶ πόλεις αὐτάνδρους σεσίχθων εννοσίγαιος κευθμῶνας γαίης σκεδάσει καὶ τείχεα λύσει.] καὶ τότε κόσμος ἅπας ἀπειρεοίων ἀνθρώπων θνηξεται. αὐτάρ ἐγὼ πόσα πενθήσω, πόσα κλαύσω οἴκῳ δονρατέῳ, πόσα δάκρυα κύμασι μίξω; ἢν γὰρ ἐπέλθῃ τοῦτο θεοῦ κεκελευσμένον ὕδωρ, πλεύοει γῆ, πλεύσουσιν ὄρη, πλενοει δὲ καὶ αἰθήρ, ὕδωρ ἔσται ἅπαντα καὶ ὕδασι πάντ' ἀπολεῖται. στήσονται δ' ἄνεμοι καὶ δεντερος ἔσσεται αὶών. ὦ Φρνγίη, πρώτη δ' ἀναδνσῃ ἀφ' ὕδατος ἄκρου· πρώτη δ' αὖ δρέψεις γενεὴν ἑτέρην ἀνθρώπων ἀρχομένην αὖθις· ἔσσῃ δὲ τροφὸς περὶ πάντων.' ἀλλ' ὅτε δη γενεῃ τὰ μάτην ἐλάλησεν ἀθέομῳ, Ὕψιριοτος ὤφθη, πάλι δ' ἴαχε φώνησέν τε· ,ἤδη καιρὸς ἔπεστι, Νῶε, τὰ ἓκαστ' ἀγορεὐειν, ὅσσα τε ἤματι τῷ σοι ὑπέστην καὶ κατένευσα, πάντα μάλ ,ὅσσα πάρος γενεαὶ κακὰ μνρί' ἔπραξαν, ῥέξαι ἀπειρεσίῳ κόσμῳ διὰ λαὸν ἀπειθῆ. ἀλλὰ τάχει ἔμβηθι σὺν υἱέσιν ἠδε δάμαρτι καὶ νύμφαις. καλέσον δ' ὁπόσοις κέλομαι ἀγορεύειν, τετραπόδων φῦλα καὶ ἑρπετὰ καὶ πετεηνά. τοῖσι δ' ἐνὶ στήθεσσιν ἐγὼ μετέπειτα βαλουμαι προφρονέως ἰέναι, ὁπόθων ζωὴν ἐπιτείλω' ὣς ἔφατ'· αὺτὰρ ὃ βῆ, μέγα δ' ἴαχε φώνηοέν τε. καὶ τότε δ' αὖ ἄλοχος καὶ υἱέες ἠδέ τε νύμφαι οἴκῳ δουρατέῳ ἐσελήλυθαν· αὐτὰρ ἔπειτα βήοαν τἆλλα ἓκαβθ', ὅσα περ θεὸς ἤθελε *ῥέξαι. *ἀλλἀ ὅτε δ'ἁρμονία κληὶς περὶ πῶμ' ἐγενήθη εἰς πλάγιον ἁρμοσθεῖσα περιξεστῷ ἐνὶ τοίχῳ, δὴ τότ' ἐπουρανίοιο θεοῦ ἐτελείετο βουλή. σὺν δ' ἔβαλεν νεφέλας, κρύψεν δὲ πυραυγέα δίσκον, σὺν δ' ἄστροις μήνην καὶ οὐράνιον στεφάνωμα, πάντα περισκεπάσας μεγάλ' ἔκτυπε, δεῖμα βροτοῖσιν, πρηστῆρας πέμπων· συνεπηγείροντο δ' ἀῆται πάντες καὶ ὑδάτων φλέβες ἐλύοντο ἅπασαι οὐρανόθεν μεγάλων ἀνεοιγομένων καταρακτῶν, καὶ μυχῶν γαίης καὶ ἀβύσσου ἀκαμάτοιο ὕδατα μυριόεντα φάνη καὶγῆ ἐκαλύφθη πᾶσα ἀπειρέσιος. αὐτὸς δ' ἐπενήχετο ὄμβρῳ οἶκος θεσπέσιος· πολλοῖσι δὲ κύμασι λάβροις ῥηγνύμενος καὶ νηχόμενος ἀνέμων ὑπὸ ῥιπῆς ὤρνυτο δειμαλέως· ἔτεμνεν μνρίον άφρόν στείρη κιννμένων ὑδάτων κελαρνζομενάων. άλλ’ ὅτε κόσμον ἅπαντα θεός κατέκλνσσ’ ὑετοΐσιν, καὶ τότε αὖ Νῶε φρεσὶν ἔνθετο, ὄφρ’ ἐσαυρήσῃ ἀθανάτου βονλησιν ἴδῃ δὲ τε νηρέος ᾅδην· ὦκα δὲ πῶμ’ ἀνέῳξε περιξεστοῦ ἀπό τοίχον ἐμπείρως ἀρμοῖσι κατ’ ἀντίον ἁρμοσθέντα. καὶ λεύσας ὑδάτων ἀπειρεσίων πολὺ πλῆθος πάντοσε *Νῶε ἔμορ* ἐν ὀφθαλμοῖσιν ὁρᾶσθαι, δεῖμ’ ἔχε καὶ κραδίην πάλλεν ἤέγα. καὶ τότε δ’ ἀήρ βαιόν στειλάμενος, ἐπεὶ κάμεν ἤμασι πολλοῖς κόσμον ὅλον δεύων, τότε δείελον οἷά τε χλωρόν αἱματόεντα πόλον μέγαν τε πνρανγέα δίσκον δεῖξεν κεκμηκότα· μόλις δ’ ἔσχεν Νῶε θάρσος. καὶ τότε δὴ πελίην οἴην ἀπὸ νόσφι ποιήσας ἔκβαλεν, ὄφρα γνῷ ένὶ φρεσίν, εἴ ποτε γαῖα φαίνετ’ ἔτι οτερεή. ἣ δὲ πτερύγεσσσι καμοῦσα πάντα περιπτήσασα, πάλιν τρέπετ ’οὒτε γὰρ ὕδωρ ἦν κοπάσαν, μάλα γάρ τε πεπληρώκει τὰ ἔκαστα. αὐτὰρ ὃς ἡσνχάσας πάλιν ἤματα πέμπε πέλειαν αὖτις, ἳνα γνῷ, εἴπερ ἐπαύστατο ὓδατα πολλά, ἣ δ’ ἄρα πωτήεσσα διέπτατο, βῇ δ’ ὶ γαῖαν, βαιόν δ' ἀμπανύασα δέμας νοτερῇ ἐπὶ γαίῃ ἂφ ἐπὶ Νῶε πάλιν δέ τε ἤλνθε, κάρφος ἐλαίας σῆμα φέρονοα μέγ' ἀγγελίης. θάρσος δ' ἔχε πάντας καὶ μέγα χάρμ’ ,ὅτι γαῖαν ἐφελπίζεσκον ἀθρῆσαι. καὶ τότε δὴ μετέπειτ’ ἄλλον μελανόπτερον ὄρνι τάχος *ὑπεξέπεμπεν*· ὃ δὲ πτερύγεσσι πεποιθώς προφρονέως πέτατο, γαίῃ δ’ ἐλθὼν έπέμεινεν. γνῶ δέ τε Νῶε ὅτι γαῖα πέλει πέλας ἆσσον ἐοῦσα. αλλ’ ὅτε δὴ ῥοθίοις ἐπὶ κύμασιν ἔνθα καὶ ἔνθα ἀμβροσίη τέχνη ἐπενήχετο οἴδμαδι πόντου, πηγννμένη όλίγης ἐπ' ᾐόνος ἐστήρικτο. ἔστι δέ τι Φρνγίης έπ’ ἠπείροιο μελαίνης ἠλίβατον τανύμηκες ὄρος· Ἀραρὰτ δὲ καλεῖται, ὅττ’ ἄρα σωθήσεσθαι ἐπ’ αὐτῷ πάντες ἔμέλλον, ἐν τούτῳ μεγάλη δὲ ποθή καταθύμιος ἦεν· ἔνθα φλέβες μεγάλου *ποταμοῦ Μαρσύου* πέφνκαν. τῷδε κιβωτὸς ἔμεινεν ἐν ὑψηλοῖσι καρήνοις ληξάντων ὑδάτων, τότε δ' αὖ πάλιν οὐρανόθι πρὸ θεοπεοίη μεγάλοιο θεοῦ πάλιν ἴαχε φωνή τοῖον ἔπος· ,Νῶε πεφνλαγμένε πιοτὲ δίκαιε, θαρσαλέως ἔξελθεσὺν νἱέσι καί τε δάμαρτι και νύμφαις τρισαῖς καὶ πλήσατε γαῖαν ἅπασαν αὐξόμενοι πληθννόμενοι τά δίκαια νέμοντες ἀλλήλοις, γενεαῖς γενεῶν, ἄχρις εἰς κρίσιν ἥξει πᾶν γένος ἀνθρώπων, ἐπεὶ κρίοις ἔσσεθ' ἅπασιν.’ ὣς ἔφατ’ ἀμβροσίη φωνή. Νῶε δ’ ἀπὸ κοίτη ᾖσσ’ ἀποθαρσήσας ἐπὶ γῆς, υἱοὶ δὲ σὺν αὐτῷ ἠδὲ δάμαρ νὐμφαι τε καὶ ἑρπετὰ καὶ πετεηνά τετραπόδων θηρῶν τε γένη καὶ τἆλλ’ ἅμα πάντα οἴκου δουρατέου ἐξῂεσαν εἰς ἕνα χῶρον. καὶ τότε δή τοι Νῶε δικαιότατος ἀνθρώπων ὄγδοος εξῆλθεν δὶς εἴκοσι καὶ μίαν ἠῶ πληρώσας ὑδάτεσσι θεοῦ μεγάλου διὰ βουλάς. ἔυθ’ αὖτις βιότοιο νέη ἀνέτειλε γενέθλη χρυσείη πρώτη, ἣτις πέλεθ’ ἔκτη, ἀρίοτη, ἐξότε πρωτόπλαοτος ἀνήρ γένετ’ ὦ οὔνομα δ’ αὐτῇ ο'τρανίη, ὅτι πάντα θεῷ μεμελημένη ἔσται. ὦ γενεῆς ἕκτης πρῶτον γένος, ὦ μέγα χάρμα, ἧς ἔλαχον μετέπειτα, ὅτ' ἔκφνγον αἰπὺν ὄλεθρον πολλὰ κλυδωνιοθεῖσα *οὺν ἐμῷ πόοει* καὶ δαέρεσσιν ἠδ' ἑκνρῷ θ' ὁμονύμφοις τ' αἰνὰ παθοῦσα. ἄρτια δ' αἰνήοω· ἔσται πολυποίκιλον ἄνθος ἐν ουκῇ· μεσάσει δὲ χρόνος· βασιλήιον ἀρχήν σκηπτροφόρον δ' ἕξει. τρεῖς γὰρ βασιλεῖς μεγάθυμοι, ἄνδρε δικαιότατοι, μοίρας *δέ τε δηλήσονται*· πουλυετῆ δ' ἄρξουσι χρόνον τὰ δίκαια νέμοντες ἀνδράσιν, οἷσι μέμηλε πόνος καὶ ἔργ' ἐρατεινά. γαίη δ’ αὖ καρποῖς ἀπαγάλλεται αὐτομάτοιοιν φυομένη πολλοῖσιν, ὑπεροταχυοῦσα γενέθλῃ. οἱ δὲ τιθηνευτῆρες ἀγήραοι ἤματα πάντα ἔσσονται, νόσφιν νούσων κρνερῶν μαλεράων θνήξονται ὕπνῳ βεβολημένοι, ἐς δ' Ἀχέροντα εἰν Ἀίδαο δόμοις άπελεύσονται καὶ ἐκεῖσε τιμὴν ἕξουοιν, ἐπεὶ μακάρων γένος ἦσαν, ὄλβιοι ἀνέρες, οἷς Σαβαὼθ νόον ἐσθλὸν ἔδωκεν, αὐτὰρ καὶ τούτοισιν ἀεὶ συμφράσσατο βουλάς. ἀλλy' οὗτοι μάκαρες καὶ εἰν Ἀίδαο μολόντες ἔσσονται. τότε δ' αὖτε βαρὺ στιβαρὸν μετέπειτα δεύτερον αὖ γένος ἄλλο χαμαιγενέων ἀνθρώποιν, Τιτήνων. ὅμοιος δὲ τύπος ἐπὶ πᾶσιν ἑκάστων εἶδος καὶ μέγεθός τε, φυὴ φωνή τε μί' ἔσται, ὡς πάρος ἐκ πρώτης γενεῆς θεὸς ἐν στήθεσσιν ἔνθετο. ἀλλὰ καὶ αὐτοὶ ὑπέρβιον ἦτορ ἔχοντες ὕστατα βουλεύσονται ἐπειγόμενοι πρὸς ὄλεθρον ἀντίβιον μαχέσασθαι ἐπ' οὐρανῷ ἀστερόεντι. καὶ τότε δ' ὠκεανοῦ μεγάλου ῥύσις ἔσσετ' ἐν αὐτοῖς μαινομένων ὑδάτων. ὁ μέγας Σαβαὼθ δὲ χολωθείς εἴρξει κωλύων, ὅτι μὴ κατακλυσμὸν ὑπέοτη αὖτις ποιήσειν ἐπ' ἀνθρώπους κακοθύμους. ἀλλ' ὁπόταν ὐδάτων πολλῶν ἀπερείσιον οἶδμα κύματος ὀρνυμένοιο ἐπ' ἄλλυδις ἄλλο ποιήσει ὀργῆς παύεσθαι, εἰς ἄλλα τε βένθεα πόντου μέτρ' ὀλιγώθειεν λιμέσιν καὶ τρηχέσιν ἀκταῖς ἀμφὶ γαίῃ ὁρίσας ὁ μέγας θεὸς ὑψικέραυνος· δὴ τότε καὶ μεγάλοιο θεοῦ παῖς ἀνθρώποισιν ἥξει σαρκοφόρος θνητοῖς ὁμοιούμενος ἐν γᾗ, τέσσαρα φωνήεντα φέρων, τὸ δ' ἄφωνον ἐν αὐτῷ δισσόν· ἐγὼ δέ κέ τοι ἀριθμόν γ' ὅλον ἐξονομήνω· ὀκτὼ γάρ μονάδας, τόσσας δεκάδας δ' ἐπὶ ταύταις ἠδ' ἑκατοντάδας ὀκτὼ ἀπιστοκόροις ἀνθρώποις οὔνομα δηλώσει· Οὺ δ' ἐνὶ φρεσὶ σῇσι νόησον ἀθανάτοιο θεοῦ Χριστὸν παῖδ ὑψίστοιο. αὐτὸς πληρώσει δὲ θεοῦ νόμον, οὐ καταλύσει, ἀντίτυπον μίμημα φέρων, καὶ πάντα διδάξει, τούτῳ προσκομίσονσ' ἱερεῖς χρυσὸν προφέροντες, σμύρναν ἀτὰρ λίβανον· καὶ γάρ τάδε πάντα ποιησει. ἀλλ' ὁπόταν φωνή τις ἐρημαίης διὰ χώρης ἥξῃ ἀπαγγέλλουσα βροτοῖς καὶ πᾶσι βοήσῃ εὐθείας ἀτραποὺς ποιησέμεν ἠδ' ἀπορῖψαι ἐκ κραδίης κακίας καὶ ὕδασι φωτίζεσθαι πᾶν δέμας ἀνθρώπων, ἵνα γεννηθέντες ἄνωθεν μηκέτι μηδὲν ὅλως γε παρεκβαίνωσι δικαίων· τὴν δ' αὖ βαρβαρόφρων, πεπεδημένος ὀρχηθμοῖσιν, ἐκκόψας δώσει μισθόν· τότε σῆμα βροτοῖσιν ἔσσεται ἐξαίφνης, ὁπόταν πεφυλαγμένος ἥξῃ ἐκ γῆς Αἰγύπτοιο καλὸς λίθος· ἐν δ'. ἄρα τούτῳ λαὸς προσκόψει Ἑβραίων· ἔθνη δ' ἀγεροῦνται αὐτοῦ ὑφηγήσει· καὶ γὰρ θεὸν ὑψιμέδοντα γνώσονται διὰ τοῦδε ἀταρπιτὸν ἐν φαΐ κοινῷ. δείξει γὰρ ζωὴν αἰώνιον ἀνθρώποισιν ἐκλεκτοῖς, ἀνόμοις δὲ τὸ πῦρ αἰῶσιν ἐποίσει. καὶ τότε δὴ νοσεροὺς ἰήσεται ἠδ' ἐπιμώμους πάντας, ὅσοι τούτω πίϋτιν ένιποιήοονται. βλέψουσιν δέ τε τυφλοί, άτάρ βαδίοουοί τε χωλοί, κωφοί τ' εἰσαΐσουσι, λαλήσουσ' οὐ λαλέοντες. δαίμονας έξελάβει, νεκρών δ' έπανάΰτασις ἔσται· κύματα πέντε και έρημαίῳ ένὶ χώρῳ ἐξ ἄρτων πέντε καὶ ιχθύος εἰναλίοιο χιλιάδας κορέσει πέντε, τά δὲ λείψανα τούτων δώδεκα πληρώσει κοφίνους είς έλπίδα λαών. Καὶ τότε δ' Ἰοραήλ μεμεθυομένος ουχί νοήβει, ουδὲ μὲν αυθ' ἀίβει βεβαρημένος οὔασι λεπτοῖς. αλλ' οπόταν Ἑβραίοις ἥξῃ χόλος Ὑψίοτοιο οἰστρομανὴς καὶ πίστιν ἀπ' αυτῶν έξαφελεῖται, οὐρανίου ὅτι παῖδα θεοῦ διεδηλήσαντο, καὶ τότε δὴ κολάφους καὶ πτύοματα φαρμακόεντα Ἰσραὴλ δώσει μυσαροῖς ἐνὶ χείλεσι τούτῳ. εἰς δὲ τὸ βρῶμα χολὴν καὶ εἰς ποτὸν ὄξος ἄκρατον δυσσεβέως δώσουσι κακῷ βεβολημένοι οἴστρῳ στήθεα καὶ κραδίην, ἀτὰρ ὄμμασιν οὐκ έσορώντες τυφλότεροι σπαλάκων, φοβερώτεροι ερπνοτηρων θηρῶν ἰοβόλων, βαρέι πεπεδημένοι ὕπνῳ. ἀλλ' ὅταν ἐκπετάσῃ χεῖρας καὶ πάντα μετρησῃ καὶ στέφανον φορέσῃ τόν ἀκάνθινον ἠδέ τε πλενράν νύξωσιν καλάμοισιν, ὅτου χάριν ἐν τρισὶν ὥραις νὺξ ἔσται σκοτόεσσς πελώριος ἤματι μέσσῳ· καὶ τότε δὴ ναός Σολομώνιος ἀνθρώποισιν σῆμα μέγ' ἐκελέσει, ὁπόταν Ἀιδωνέος οἶκον βήσεται ἀγγέλλων ἐπαναστασίην τεθνεῶσιν. αὐτὰρ ἐπὴν ἔλθῃ τρισὶν ἤμασιν ἐς φάος αὖτις καὶ δείξῃ θνητοῖσι τύπον καὶ πάντα διδάξῃ, ἐν νεφέλαις ἐπιβὰς εἰς οὐρανοῦ οἶκον ὁδεύσει καλλείψας κόομῳ εὐαγγελίης διάθημα. τοῦ καὶ ἐπωννμίῃ βλαστός νέος ἀνθήσειεν ἐξ ἐθνῶν Μεγάλοιο νόμῳ καθοδηγηθέντων. ἀλλά γε καὶ μετὰ ταῦτα σοφοὶ καθοδηγοὶ ἔσονται, καὶ τότε δὴ παῦσις ἔσται μετέπειτα προφητῶν. ἔνθεν ὅταν Ἑβραῖοι τὸ κακὸν θἐρος ἀμήσωνται. πολλὸν δ' αὖ χρνσόν τε καὶ ἄργυρον ἐξαλαπάξει Ῥωμαῖος βασιλενς. μετὰ δ' αὖ βασιληίδες ἄλλαι συνεχέως ἔσσονται ἀπολλυμένων βαοιλειῶν καὶ θλίψουσι βροτούς. μέγα δ' ἔσσεται ἀνδράοι κείνοις πτῶμ', ὁπόταν ἄρξωνθ' ὑπερηφανίης ἀδίκοιο. ἀλλ' ὁπόταν ναός Σολομώνιος ἐν χθονὶ διᾳ καππέσεται βληθεὶς ὑπ' ἀνδρῶν βαρβαροφώνων χαλκεοθωρήκων, 'Εβραῖοι δ' ἀπὸ γῆς ἐλάσονται πλαζόμενοι κεραϊζόμενοι, πολλὴν δέ τοι αἶραν ἐν σίτῳ μίξουσι, κακὴ στάσις ἔσται ἄπασιν ἀνδράσιν· αἱ δὲ πόλεις ὑβριζόμεναι παρ' ἕκαστα ἀλλήλας κλαύσονσιν, ἐπεὶ κακὸν ἤλιτον ἔργον δεξάμεναι μεγάλοιο θεοῦ χόλον ἐν κόλποισιν.