Ancient Greek · ~7 min
IV, lines IV.1-IV.44
Oracula Sibyllina, Oracula IV.1-44
Not analysed yet
ἀλλὰ τὰ μὲν δεκάτῃ γενεῇ μάλα πάντα τελεῖται·
νῦν δ' ὅδ΄ ἀπὸ ἀπὸ πρώτης γενεῆς ἔσται, τάδε λέξω.
πρῶτα μὲν Ἀσσύριοι θνητῶν ἄρξουσιν ἁπάντων
ἕξ γενεὰς κόσμοιο διακρατέοντες ἐν ἀρχῇ,
ἐξ οὑ μηνίσαντος επουρανίοιο θεοῖο
αὐτῇσιν πολίεσσι καὶ ἀνθρώποισιν ἅπασιν
γῆν ἐκάλυψε θάλασσα κατακλυσμοῖο ῤαγέντος.
οὕς Μῆδοι καθελόντες ἐπαυχήσουσι
οἷς γενεαὶ δύο μοῦναι· ἐφ’ ὧν τάδε ἔσσεται
νὺξ ἔσται σκοτόεσσα μέθῃ ἐνὶ ἤματος ὥρῃ·
ἄστρα δ’ ἀπ’ οὐρανόθεν λείψει καὶ κύκλα σελήνης·
γῆ δὲ κλόνῳ σεισμοῖο τινασσομένη μεγάλοιο
πολλὰς πρηνίξει πόλιας καὶ ἔργ' ἀνθρώπων·
ἐκ δὲ βοθοῦ τότε νῆσοι ὑπερκύψουσι θαλάσσης.
ἀλλ' ὅταν Εὐφρήτης μεγας αἵματι
καὶ τότε Μήδοις Πέρσαισί Πέρσαισί τε φύλοπις αἰνή
στήσεται ἐν πολέμῳ· Περσῶν δ’ ὑπὸ δούρασι Μῆδοι
πίπτοντες φεύξονται ὑπὲρ μέγα Τίγριδος ὕδωρ.
Περσῶν δὲ κράτος ἔσται ὅλου κόσμοιο
οἷς γενεὴ μία κεῖται ἀνακτορίης
ἔσται δ', ὅσσα κεν ἄνδρες ἀπεύξωνται, κατὰ ἔργα.
φυλόπιδές τε φόνοι τε διχοστασίαι τε φυγαί τε
πύργων τε πρηνισμοὶ ἀναστασίαι τε πολήων,
Ἑλλὰς ὅταν μεrάλαυχος ἐπὶ πλατὺν
πλεύσει Φρυξὶ βαρεῖαν ἰδ’ Ἀσίδι κῆρα
αὐτὰρ ἐς Αἴγυπτον πολυαύλακα πυροφόρον τε
λιμὸς ἀκαρπίη τε περιπλομένων ἐνιαυτῶν
εἴκοσι φοιτήσει, σταχυητρόφος ὴνίκα Νεῖλος
ἄλλοθί που ὑπὸ γαῖαν ἀποκρύψει μέλαν ὕδωρ.
ἥξει δ' ἐξ Ἀσίης βασιλεὺς μέγα ἔγχος
νηυσὶν ἀμετρήτοισιν, τὰ μὲν βυδοῦ ὑγρὰ κέλευθα
πεζεύσει, πλεύσει δὲ ταμὼν ὄρος ὑψικάρηνον·
ὅν φυγάδ' ἐκ πολέμου δειλὴ ὑποδέξεται
Σικελίην δὲ τάλαιναν ἐπιφλέξει μάλα πᾶσαν
χεῦμα πυρὸς μεγάλοιο ἐρευγομένης φλογὸς Αἴτνης·
ἠδὲ Κρότων πέσεται μεγάλη πόλις εἰς βαθὺ χεῦμα.
ἔσται δ’ Ἐλλάδι νεῖκος· ἐν ἀλλήλοις δὲ μανέντες
πολλὰς πρηνίξουσι πόλεις, πολλοὺς δ' ὀλέσουσιν
μαρνάμενοι· τὸ δὲ νεῖκος ἰσόρροπον ἀλλήλοισιν.
ἀλλ’ ὅταν ἐς δεκάτην γενεὴν μερόπων γένος
καὶ τότε Πέρσῃσιν ζυγὰ δούλια καὶ φόβος ἔσται.
αὐτὰρ ἐπεὶ σκήπτροισι Μακηδόνες αὐχήσουσιν,
ἔσται καὶ Θήβῃσι κακὴ μετόπισθεν ἅλωσις,
Κᾶρες δ' οἰκήσουσι Τύρον, Τύριοι δ' ἀπολοῦνται.