Ancient Greek · ~140 min
III
Oracula Sibyllina, Oracula III.1
Not analysed yet
*Ὑψιβρεμέτα, μάκαρ, οὐράνιε, ὄς ἔχεις τά Χερουβίμ* ιδρυμένος, λίτομαι, παναληθέα φημίξασαν παῦσον βαιόν με· κέκμηκε γάρ ἔνδοθεν ἦτορ. ἀλλὰ τί μοι κραδίη πάλι πάλλεται ἠδέ γε θυμός τυπτόμενος μάοτιγι βιάζεται ἔνδοθεν αὐδήν ἀγγέλλειν πάοιν; αὐτάρ πάλι πάντ’ ἀγορεύσω, ὅσσα θεὸς κέλεταί μ’ ἀγορευέμεν ἀνθρώποισιν. ἄνθρωποι θεόπλαστον ἔχοντες ἐν εἰκόνι μορφήν τίπτε μάτην πλάζεοθε καὶ οὐκ εὐθεῖαν ἀταρπόν βαίνετε, άθανάτου κτίστου μεμνημένοι αἰεί; εἷς θεός έοτι μόναρχος ἀθέσφατος αίθέρι ναίων αυτοφυής ἀόρατος ὁρώμενος αὐτός ἃπαντα· ὃν χεὶρ οὐκ ἐποίησε λιθοξόος ονδ’ ἀπὸ χρυσοῦ τέχνῃσ’ ἀνθρώπου φαίνει τύπος οὐδ᾿ ἐλέφαντος· ἀλλ’ αὐτός ανέδειξεν αἰώνιος αὐτὸς ἑαυτόν ὂντα τε καὶ πρὶν ἐόντα, ἀτὰρ πάλι καὶ μετέπειτα. τίς γὰρ θνητός ἐὼν κατιδεῖν δύναται θεὸν ὂσσοις; ἢ τίς χωρήσει κἂν τοὒνομα μοῦνον ἀκοῦσαι οὐρανίου μεγάλοιο θεοῦ κόσμον κρατέοντος; ὂς λόγῳ ἒκτισε πάντα καὶ οὐρανὸν ἠδὲ θάλασσαν ἠέλιόν τ᾿ ἀκάμαντα σελήνην τε πλήθουσαν ἂστρα τε λαμπετόωντα, κραταιὰν μητέρα Τηθύν, πηγὰς καὶ ποταμούς, πῦρ ἂφθιτον, ἢματα, νύκτας, αὐτὸς δή θεός έοθ᾿ ὁ πλάσας τετραγράμματον Ἀδάμ τὸν πρῶτον πλασθέντα καὶ οὒνομα πληρώσαντα ἀντολίην τε δύσιν τε μεοημβρίην τε καὶ ἂρκτον· αὐτὸς δ᾿ ἐστήριξε τύπον μορφῆς μερόπων τε καὶ θῆρας ποίησε καὶ ἑρπετὰ καὶ πετεηνά. οὐ σέβετ᾿, οὐδὲ φοβεῖσθε θεόν, ματαίως δὲ πλανᾶσθε προσκυνέοντες ὂφεις τε καὶ αἰλούροισι θύοντες εἰδώλοις τ᾿ ἀλάλοις λιθίνοις δ᾿ ἱδρύμασι φωτῶν· καὶ ναοῖς ἀθέοισι καθεζόμενοι πρὸ θνράων *τηρεὶτε* τὸν ἐόντα θεόν, ὃς πάντα φνλάσσει, τερπόμενοι κακότητι λίθων κρίσιν ἐκλαθέοντες ἀθανάτου σωτῆρος, ὃς οὐρανὸν ἒκτισε καὶ γῆν. αἶ γένος αἰμοχαρὲς δόλιον κακὸν ἀσεβέων τε ψευδῶν διγλώσσων ἀνθρώπων καὶ κακοηθῶν λεκτροκλόπων εἰδωλολατρῶν δόλια φρονεόντων, οἷς κακὸν ἐν στέρνοισιν, ἒνι μεμανημένος οἶστρος, αὐτοῖς ἁρπάζοντες, ἀναιδέα θνμὸν ἒχοντες· οὐδεὶς γάρ πλουτῶν καὶ ἒχων ἂλλῳ μεταδώσει, ἀλλ᾿ ἒσεται κακίη δεινὴ πάντεσσι βροτοῖσιν, πίστιν δ᾿ οὐ σχήσουσιν ὃλως, χῆραί τε γυναῖκες στέρξουσιν κρυφίως ἂλλους πολλαὶ διὰ κέρδος, οὐ σπάρτην κατέχουσι βίου ἀνδρῶν λελαχοῦσαι. αὐτὰρ ἐπεὶ Ῥώμη καὶ Αἰγύπτου βασιλεύσει εἰσέτι δηθύνουσα, *τότε δή* βασιλεία μεγίστη ἀθανάτου βασιλῆος ἐπ᾿ ἀνθρώποισι φανεῖται. ἣξει δ᾿ ἁγνὸς ἂναξ πάσης γῆς σκῆπτρα κρατήσων εἰς αἰῶνας ἃπαντας ἐπειγομένοιο χρόνοιο. καὶ τότε Λατίνων ἀπαραίτητος χόλος ἀνδρῶν· τρεῖς Ῥώμην οἰκτρῇ μοίρῃ καταδηλήσονται. πάντες δ᾿ ἂνθρωποι μελάθροις ἰδίοισιν ὀλοῦνται. ὁππόταν οὐρανόθεν πύρινος ῥεύσῃ καταράκτης. οἲμοι, δειλαίη, πότ᾿ ἐλεύσεται ἦμαρ ἐκεῖνο καὶ κρίσις ἀθανάτοιο θεοῦ μεγάλου βασιλῆος; ἂρτι δ᾿ ἒτι κτίζεσθε, πόλεις, κοσμεῖσθέ τε πᾶσαι ναοῖς καὶ σταδἰοις ἀγοραῖς χρυσοῖς ξοανοις τε ἀργνρέοις λιθίνοις τε, ἵν᾿ ἔλθητ᾿ εἱς πικρόν ἦμαρ. ἥξει γάρ, ὁπόταν θείον διαβήσεται ὀδμή πᾶοιν ἐν άνθρώποιοιν. άτάρ τά έκαστ άγορεύσω, ὅσσαις έν πόλεοιν μέροπες κακότητα φέρονσιν. ἐκ δὲ Σεβαστηνών ἥξει Βελίαρ μετόπισθεν καὶ στήσει ὀρέων ὕψος, στήοει δέ θάλασσαν, ἠέλιον πνρόεντα μέγαν λαμπράν τε σελήνην καίνέκνας οτήσει καὶ σήματα πολλά ποιήσει άνθρώποις· άλλ' οὐχὶ τελεσφόρα ἔσσετ᾿ έν αὐτῷ, αλλά πλανᾷ καὶ δή μέροπας, πολλούς τε πλανήσει πιστούς τ᾿ έκλεκτοὺς θ' Ἑβραίονς άνόμονς τε καὶ ἄλλονς άνέρας, οἵτινες *οὔπω θεοῦ λόγον* είσήκονσαν. ἀλλ᾿ ὁπόταν μεγάλοιο θεού πελάοωοιν ἀπειλαί, καὶ δύναμις φλογέονύα δι᾿ οἴδματος είς γαῖαν ἥξη, καὶ Βελίαρ φλέξῃ καὶ ὑπερφίαλους ἀνθρώπους πάντας, ὅσοι τούτῳ πίοτιν ένιποιήοαντο· καὶ τότε δή κόβμος ύπὸ ταῖς παλάμησι γυναικός ἔσσεται ἀρχόμενος καὶ πειθόμενος περὶ παντός. ἔνθ᾿ ὁπόταν κόομου παντὸς χήρη βασιλεύσῃ καὶ ῥίψῃ χρυοόν τε καὶ άργυρον εἰς άλα δῖαν, *καὶ χαλκόν τε* οίδηρον εφημερίων άνθρώπων είς πόντον ῥίψῃ, τότε δή στοιχεῖα πρόπαντα χηρεύει κόομου, ὁπόταν θεὸς αίθέρι ναίων ούρανὸν εἱλίξῃ, καθ᾿ ἅπερ βιβλίον είλεῖται· καὶ πέοεται πολύμορφος ὅλος πόλος έν χθονὶ δίῃ καὶ πελάγει· ῥεύοει δὲ πυρός μαλερού καταράκτης ἁκάματος, φλέξει δὲ γαῖαν, φλέξει δὲ θάλαοοαν, καὶ πόλον οὐράνιον καὶ ἤματα καὶ κτίοιν αύτην είς ἕν χωνεύοει καὶ είς καθαρὸν διαλέξει. κοὐκέτι φωστήρων σφαιρώματ καγχαλόωντα, οὐ νύξ, οὐκ ἠώς, οὐκ ἤματα πολλὰ μεριμνᾷς, οὐκ ἔαρ, οὐχὶ θέρος, οὐ χειμῶν᾿, οὐ μετόπωρον. καὶ τότε δὴ μεγαλοιο θεοῦ κρισις εἰς μέσον ἥξει αἰῶνος μεγάλοιο. ὅταν τάδε πάντα γένηται. ὢ ὢ δὴ πλωτῶν ὐδάτων καὶ χέρσου ἁπάσης· ἠελίου ἀνιόντος, ὅς οὐ δὴ καὶ πάλι δύνει, πάνθ᾿ ὑπακούσονται κόσμον πάλιν εἰσανιόντι· τοὔνεκ᾿ ἄρ᾿ αὐτὸς πρῶτος ἐπέγνω καὶ κράτος αὐτοῦ. ἀλλ᾿ ὁπόταν μεγάλοιο θεοῦ τελέωνται ἀπειλαί, ἅς ποτ’ έπηπείληοε βροτοῖς, ὅτε πύργον ἔτενξαν χώρῃ έν Άσσνρίῃ' ὁμόφωνοι δ’ ἦσαν ἅπαντες καὶ βούλοντ’ άναβῆν’ είς οὐρανὸν άστερόεντα· αντίκα δ’ άθάνατος μεγάλην έπέθηκεν άνάγκην πνεύμασιν· αὐτάρ ἔπειτ’ ἄνεμοι μέγαν ὑψόθι πύργον ῥίψαν καὶ θνητοῖσιν ἐπ’ ἀλλήλους ἔριν ὦρσαν· τοῦνεκά τοι Βαβυλῶνα βροτοὶ πόλει οὔνομ’ ἔθεντο. αὐτὰρ ἐπεὶ πύργος τ’ ἔπεσεν γλῶσσαί τ’ ἀνθρώπων παντοδαπαῖς φωναῖσι διέστρεφον, αὐτὰρ ἅπαοα γαῖα βροτῶν πληροῦτο μεριζομένων βασιλειῶν, καὶ τότε δὴ δεκάτη γενεὴ μερόπων ἀνθρώπων, ἐξ οὗ περ κατακλυσμὸς ἐπὶ προτέρους γένετ’ ἄνδρας. καὶ βαοίλευσε Κρόνος καὶ Τιτὰν 'Ιαπετός τε, Γαίης τέκνα φέριοτα καὶ Οὐρανοῦ, οὓς ἐκάλεσσαν ἄνθρωποι γαῖάν τε καὶ οὐρανόν, οὔνομα ἀέντες, οὕνεκά τοι πρώτιστοι ἔσαν μερόπων ἀνθρώπων. τρισσαὶ δή μερίδες γαίης κατὰ κλῆρον ἐκάοτου, καὶ βαοίλευσεν ἔκαστος ἔχων μέρος οὐδ’ ἐμάχοντο· ὅρκοι γάρ τ’ ἐγένοντο πατρὸς μερίδες τε δίκαιαι. τηνίκα δὴ πατρὸς τέλεος χρόνος ἵκετο γήρως καί ῥ’ ἔθανεν· καὶ παῖδες ὑπερβασίην ὅρκοισιν δεινήν ποιήσαντες ἐπ’ ἀλλήλους ἔριν ὦρσαν, ὃς πάντεσσι βροτοῖσιν ἔχων βασιληίδα τιμήν άρξει* και μαχέβαντο Κρόνος Τιτάν τ ε προς αντονς. τονς δε 'Ρέη καϊ Γαία φιλοοτέφανός τ 'Αφροδίτη Δημήτηρ 'Εοτίη τε ένπλόκαμός τε Διώνη ήγαγον ες φιλίην ονναγείραοαι βαοιλήας πάντας άδελφειονς τε ονναίμονς ήδε καϊ άλλονς άνθρώπονς, οϊ τ ήοαν αφ αϊματος ήδε τοκήων καὶ κρίναν βαοιλήα Κρόνον πάντων βαοιλενειν, οννεκά τοι πρέοβιοτος έην καϊ είδος άριοτος. ορκονς δ' αντε Κρόνω μεγάλονς Τιτάν έπέθηκεν, μη θρέψ άροενικών παίδων γένος; ώς βαοιλενοη αντός, οταν γήράς τε Κρόνω καϊ μοίρα πέληται. όππότε κεν δε Ρέη τίκτη, παρά τήνδ' έκάθηντο Τιτήνες καϊ τέκνα διέοπων άροενα πάντα, θήλεα δε ζώοντ ειων παρά μητρϊ τρέφεοθαι. άλλ* οτε τήν τριτάτην γενεήν τέκε πότνια 'Ρείη, τίχθ* Ηρην πρώτην' καϊ έπεϊ ϊδον όφθαλμοίοιν θήλν γένος, ωχοντο προς αντονς άγριοι άνδρες Τιτήνες. και έπειτα cΡέη τέκεν άροενα παΐδα, τόν ταχέως διέπεμψε λάθρη Ιδίη τε τρέφεοθαι ες Φρνγίην τρεις άνδρας ένόρκονς Κρήτας ελοϋοα' τοννεκά τοι ζίι έπωνομάΰανθ\ ότιή διεπέμφθη. ὣς δ᾿ αύτως διέπεμψε Ποοειδάωνα λα&ραίοις. τὸ τρίτον αν Πλούτωνα . Ρέη τέκε δια γυναικών Δωδώνην παριούϋα, ό&εν ρέεν υγρά κέλευ&α 145 Εύρώπου ποταμοΐο καϊ είς άλα μύρατο ύδωρ άμμιγα Πηνειώ> και μιν οτύγιον καλέουοιν. ήνίκα δ᾿ ήκουοαν Τιτήνες παΐδας έόντας, λά&ριον, ους εΰπειρε Κρόνος Ῥείη τε ούνευνος, εξήκοντα δέ τοι παΐδας ουναγείρατο Τιτάν και ρ είχ έν δεβμοΐοι Κρόνον 'Ρείην τε οννεννον, χρνψεν δ7 έν γαίη καϊ έν *ζωΰμοΐς* έφύλαβοεν. καὶ τότε *δή μιν* άκουβαν υίοϊ κρατεροΐο Κρόνοιο καὶ οι έπήγειραν πόλεμον μέγαν ήδε κυδοιμόν. αύτη δ᾿ έοτ άρχή πολέμου πάντεΟΟι βροτοΐοιν. [πρώτη γάρ τε βροτοΐς αύτη πολέμοιο κατ αρχή]. καὶ τότε Τιτάνεόοι &εός κακόν έγγυάλιξεν. καὶ πάοαι γενεαϊ Τιτάνων ήδε Κρόνοιο κάτ&ανον. αύτάρ έπειτα χρόνου περιτελλ,ομένοιο Αιγύπτου βαοίλειον έγείρατο, είτα το Περοών Μήδων Αί&ιόπων τε καϊ Αοουρίης Βαβυλώνος, είτα Μακηδονίων, πάλιν Αιγύπτου, τότε 'Ρώμης. καὶ τότε μοι μεγάλοιο &εοϋ φάτις έν οτή&εΰοιν ἵΟτατο και μ έκέλενοε προφητενσαι κατά πάσαν γαίαν και βασιλενΟι τά τ᾿ έσοόμεν εν φρεοϊ ΰεΐναι. και μοι τοντο &εός πρώτον νόφ έγγνάλιξεν, ὅσοαι άν&ρώπων βασιληίδες ήγερέονται. οίκος μεν γάρ πρώτιοτος Σολομώνιος άρξει Φοίνικες τ 'Λσίης έπιβήτορες ήδε καϊ άλλων νήσων, Παμφνλων τε γένος Περσών τε Φρνγών τε, Καρών καϊ Μνσών Ανδών τε γένος πολνχρνοων. αντάρ έπει& "Ελληνες νπερφίαλοι καϊ άναγνοι· άλλο* Μακηδονίης έϋνος μέγα ποικίλον άρξει, οἳ φοβερόν πολέμοιο νέφος ήξονΟι βροτοΙΟιν. άλλά μιν ονράνιος &εός έκ βν&ον έξαλαπάξει. αντάρ έπειτ άλλης βαοιληίδος έοοεται αρχη λενκή και πολνκρανος αφ έοπερίοιο θαλάσσης, ἣ πολλής γαίης άρξει, πολλονς δε σαλενσει, καϊ πάοιν βαοιλενοι φόβον μετόπισ&ε ποιήσει, πολλον δ᾿ αν χρνσόν τε καϊ άργνρον έξαλαπάξει έκ πόλεων πολλών πάλι δ' έοοεται έν χ&ονϊ δίη χρνσίον, αντάρ έπειτα και άργνρος ήδέ τε κόσμος, καϊ &λίψονσι βροτονς. μέγα δ᾿ έοοεται άνδράοι κείνοις πτώμ, οπόταν άρξωνϋ' νπερηφανίης άδίκοιο. αὐτίκα δ᾿ έν τοντοις άΰεβείας έοσετ άνάγκη, άροην δ' άρσενι πλησιάσει οτήοονοί τε παιδας αἰσχροῖς ἐν τεγέεσσι καὶ ἔσσεται ἤμασι κείνοις θλῖψις ἐν ἀνθρώποις μεγάλη καὶ πάντα ταράξει, πάντα δὲ συγκόψει καὶ πάντα κακῶν ἀναπλήσει αἰσχροβίῳ φιλοχρημοσύνῃ, κακοκερδέι πλούτῳ, ἐν πολλαῖς χώρῃσι, Μακηδονίῃ δὲ μάλιστα. μῖσος δ᾽ ἐξεγερεῖ καὶ πᾶς δόλος ἔσσεται αὐτοῖς. [ἄχρι πρὸς ἑβδομάτην βασιληίδα, ἧς βασιλεύσει Αἰγύπτου βασιλεύς, ὃς ἀφ᾽ Ἑλλήνων γένος ἔσται.] καὶ τότ᾽ ἔθνος μεγάλοιο θεοῦ πάλι καρτερὸν ἔσται, οἳ πάντεσσι βροτοῖσι βίου καθοδηγοὶ ἔσονται. ἀλλὰ τί μοι καὶ τοῦτο θεὸς νόῳ ἔνθετο λέξαι, τί πρῶτον, τί δ᾽ ἔπειτα, τί δ᾽ ὑστάτιον κακὸν ἔσται πάντας ἐπ᾽ ἀνθρώπους, τίς δ᾽ ἀρχὴ τούτων ἔσται; πρῶτον Τιτάνεσσι θεὸς κακὸν ἐγγυαλίξει· υἱοῖς γὰρ κρατεροῖο δίκας τίσουσι Κρόνοιο, οὕνεκά τοι δῆσάν τε Κρόνον καὶ μητέρα κεδνήν. δεύτερον αὖθ᾽ Ἕλλησι τυραννίδες ἠδ᾽ ἀγέρωχοι ἔσσονται βασιλῆες, ὑπερφίαλοι καὶ ἄναγνοι, κλεψίγαμοι καὶ πάντα κακοί, καὶ οὐκέτι θνητοῖς ἄμπαυσις πολέμοιο. Φρύγες δ᾽ ἔκπαγλοι ὀλοῦνται πάντες καὶ Τροίῃ κακὸν ἔσσεται ἤματι κείνῳ. αὐτίκα καὶ Πέρσῃσι καὶ Ἀσσυρίοις κακὸν ἥξει πάσῃ τ᾽ Αἰγύπτῳ Λιβύῃ τ᾽ ἠδ᾽ Αἰθιόπεσσιν Καρσί τε Παμφύλοις τε κακὸν *μετακινηθῆναι* καὶ πάντεσσι βροτοῖσι. τί δὴ καθ᾽ ἓν ἐξαγορεύω; ἀλλ᾽ ὁπόταν τὰ πρῶτα τέλος λάβῃ, αὐτίκα δ᾽ ἔσται δεύτερ᾽ ἐπ᾽ ἀνθρώπους. καί τοι πρώτιστα βοήσω. ἀνδράσιν εὐσεβέσιν ἥξει κακόν, οἳ περὶ ναόν οἰκείουσι μέγαν Σολομώνιον οἵ τε δικαίων ἀνδρῶν ἔκγονοί εἰσιν· ὁμῶς καὶ τῶνδε βοήσω φῦλον καὶ γενεὴν πατέρων καὶ δῆμον ἁπάντων πάντα περιφραδέως, βροτὲ ποικιλόμητι, δολόφρον. ἔστι πόλις . . . . . κατὰ χθονὸς Οὒρ Χαλδαίων, ἐξ ἧς δὴ γένος ἐστὶ δικαιοτάτων ἀνθρώπων, οἷσιν ἀεὶ βουλή τ᾽ ἀγαθὴ καλά τ᾽ ἔργα μέμηλεν. οὔτε γὰρ ἠελίου κύκλιον δρόμον οὔτε σελήνης οὔτε πελώρια ἔργα μεριμνῶσιν κατὰ γαίης οὕτε βάθος χαροποϊο θαλάσσης Ὠκεανοῖο, οὐ πταρμῶν σημεί᾿, οίωνοπόλων τε πετεινα, ον μάντεις, ον φαρμακονς, ον μην έπαοιδονς, οὐ μνθοιν μωρών άπάτας έγγαοτεριμνθων, οὐδέ τε Χαλδαίων τὰ προμάντια ἀστρολογονοιν οὐδἐ μεν ἀστρονομοῦσι· τὰ γὰρ πλάνα πάντα πέφνκεν, ὅσσα κεν άφρονες άνδρες έρεννώωΰι κατ ήμαρ ψνχάς γνμνάζοντες ες ονδεν χρήοιμον ἔργον· καἱ ῥα πλάνας ἐδίδαξαν ἀεικελίονς ἀνθρώπους, ἐξ ὧν δὴ κακὰ πολλὰ βροτοϊς πέλεται κατὰ γαϊαν, τοῦ πεπλανῆσθαι ὁδούς τ᾿ ἀγαθάς καϊ έργα δίκαια, οἳ δἐ μεριμνῶσίν τε δικαιοΰννην τ᾿ ἀρετήν τε, κον φιλοχρημοοννην, ήτις κακά μνρία τίκτει θνητοῖς ἀνθρώποις, πολεμον καϊ λιμόν άπειρον, τοϊσι δε μέτρα δίκαια πέλει κατ άγρονς τε πόλεις τε, οὐδὲ κατ᾿ αλλήλων ννκτοκλοπίας τελέουσιν οὐδ᾽ ἀγέλας ἐλάουσι βοῶν ὀίων τε καὶ αἰγῶν οὐδὲ ὅρους γαίης γείτων τοῦ γείτονος αἴρει οὐδὲ πολὺ πλουτῶν τις ἀνὴρ τὸν ἐλάττονα λυπεῖ,* οὐδέ γε χήρας θλίβει μᾶλλον δ᾽ αὖτε* βοηθεῖαἰεὶ ἐπαρκείων σίτῳ οἴνῳ καὶ ἐλαίῳ· αἰεὶ δ᾽ ὄλβιος ἐν δήμῳ τοῖς μηδὲν ἔχουσιν, ἀλλὰ πενιχρομένοισι, θέρους ἀπόμοιραν ἰάλλει, πληροῦντες μεγάλοιο θεοῦ φάτιν, ἔννομον ὕμνον· πᾶσι γὰρ Οὐράνιος κοινὴν ἐτελέσσατο γαῖαν. ἡνίκα δ᾽ Αἴγυπτον λείψει καὶ ἀταρπὸν ὁδεύσει λαὸς ὁ δωδεκάφυλος ἐν ἡγεμόσιν θεοπέμπτοις ἐν στύλῳ πυρόεντι τὸ νυκτερινὸν διοδεύων καὶ στύλῳ νεφέλης *πᾶν ἠὼς ἦμαρ ὁδεύσει*, τούτῳ δ᾽ ἡγητῆρα καταστήσει μέγαν ἄνδρα Μωσῆν, ὃν παρ᾽ ἕλους βασιλὶς εὑροῦς᾽ ἐκόμιζεν, θρεψαμένη δ᾽ υἱὸν ἐκαλέσσατο. ἡνίκα δ᾽ ἦλθεν λαὸν ὅδ᾽ ἡγεμονῶν, ὃν ἀπ᾽ Αἰγύπτου θεὸς ἦγεν εἰς τὸ ὄρος Σινᾶ, καὶ τὸν νόμον οὐρανόθι πρό δῶκε θεὸς γράψας πλαξὶν δυσὶ πάντα δίκαια, καὶ προσέταξε ποιεῖν· καὶ ἢν ἄρα τις παρακούσῃ, ἠὲ νόμῳ τίσειε δίκην ἢ χερσὶ βροτείαις ἠὲ λαθὼν θνητοὺς πάσῃ δίκῃ ἐξαπολεῖται. τοῖσι μόνοις καρπὸν τελέθει ζείδωρος ἄρουρα ἐξ ἑνὸς εἰς ἑκατόν, τελέθοντό τε μέτρα θεοῖο. ἀλλ᾽ ἄρα καὶ τούτοις κακὸν ἔσσεται οὐδὲ φύγονται λοιμόν. καὶ σὺ δὲ κάρτα, λιπὼν περικαλλέα σηκόν, φεύξῃ, ἐπεί σοι μοῖρα λιπεῖν πέδον ἁγνὸν ὑπάρχει. ἀχθήσῃ δὲ πρὸς Ἀσσυρίους καὶ νήπια τέκνα ὄψει δουλεύοντα παρ᾽ ἀνδράσι δυσμενέεσσιν ἠδ᾽ ἀλόχους· καὶ πᾶς βίοτος καὶ πλοῦτος ὀλεῖται· πᾶσα δὲ γαῖα σέθεν πλήρης καὶ πᾶσα θάλασσα· πᾶς δὲ προσοχθίζων ἔσται τοῖς σοῖς ἐθίμοισιν. γαῖα δ᾽ ἔρημος ἅπασα σέθεν· καὶ βωμὸς ἐρυμνός καὶ ναὸς μεγάλοιο θεοῦ καὶ τείχεα μακρά πάντα χαμαὶ πεσέονται, ὅτι φρεσὶν οὐκ ἐπίθησας ἀθανάτοιο θεοῦ ἁγνῷ νόμῳ, ἀλλὰ πλανηθείς εἰδώλοις ἐλάτρευσας ἀεικέσιν οὐδὲ φοβηθείς ἀθάνατον γενετῆρα θεῶν πάντων τ᾽ ἀνθρώπων οὐκ ἔθελες τιμᾶν, θνητῶν εἴδωλα δ᾽ ἐτίμας. ἀνθ᾽ ὧν ἑπτὰ χρόνων δεκάδας γῆ καρποδότειρα πᾶσι γὰρ Οὐράνιος κοινὴν ἐτελέσσατο γαῖαν καὶ πίστιν καὶ ἄριστον ἐνὶ στήθεσσι νόημα. ἔσσετ᾽ ἔρημος ἅπασα σέθεν καὶ θαύματα σηκοῦ. ἀλλὰ μένει ς᾽ ἀγαθοῖο τέλος καὶ δόξα μεγίστη, ὡς ἐπέκρανε θεός σοι ἄμβροτος. ἀλλὰ σὺ μίμνε πιστεύων μεγάλοιο θεοῦ ἁγνοῖσι νόμοισιν, ὁππότε σεῖο καμὸν ὀρθὸν γόνυ πρὸς φάος ἄρῃ. καὶ τότε δὴ θεὸς οὐράνιος πέμψει βασιλῆα, κρινεῖ δ᾽ ἄνδρα ἕκαστον ἐν αἵματι καὶ πυρὸς αὐγῇ. ἔστι δέ τις φυλὴ βασιλήιος, ἧς γένος ἔσται ἄπταιστον· καὶ τοῦτο χρόνοις περιτελλομένοισιν ἄρξει καὶ καινὸν σηκὸν θεοῦ ἄρξετ᾽ ἐγείρειν. καὶ πάντες Περσῶν βασιλεῖς ἐπικουρήσουσιν χρυσὸν καὶ χαλκόν τε πολύκμητόν τε σίδηρον. αὐτὸς γὰρ δώσει θεὸς ἔννυχον ἁγνὸν ὄνειρον. καὶ τότε δὴ ναὸς πάλιν ἔσσεται, ὡς πάρος ἦεν. ἡνίκα δή μοι θυμὸς ἐπαύσατο ἔνθεον ὕμνον καὶ λιτόμην γενετῆρα μέγαν παύσασθαι ἀνάγκης, καὶ πάλι μοι μεγάλοιο θεοῦ φάτις ἐν στήθεσσιν ἵστατο καί μ᾽ ἐκέλευσε προφητεῦσαι κατὰ πᾶσαν γαῖαν καὶ βασιλεῦσι τά τ᾽ ἐσσόμεν᾽ ἐν φρεσὶ θεῖναι. καί μοι τοῦτο θεὸς πρῶτον νόῳ ἔνθετο λέξαι, ὃσσα γέ τοι Βαβνλῶνι ἐμήβατο ἂλγεα λνγρά ἀθάνατος, ὃτι οἱ ναὸν μέγαν ἐξαλάπαξεν. αἰαῖ ὃτι, Βαβυλὼν ἠδ᾿ Ἀσσυρίων γένος ἀνδρῶν, πᾶσαν ἁμαρτωλῶν γαῖαν ῥοῖζός ποθ᾿ ἱκνεῖται, καὶ πᾶσαν χώραν μερόπων ἀλαλαγμὸς ὀλέσσει καὶ πληγὴ μεγάλοιο θεοῦ, ἡγήτορος ὒμνων. ἀέριος γάρ σοι, Βαβυλών, ἣξει ποτ᾿ ἁνωθεν [αὐτὰρ ἀπ᾿ οὐρανόθεν καταβήσεται ἐξ ἁγίων σοι] καὶ θνμοῦ τέκνοις αἰώνιος ἐξολόθρευσις. καὶ τότ ἒσῃ, ὡς ἦσθα πρὸ τοῦ, ὡς μὴ γεγονυῖα· καὶ τότε πλησθήσῃ ἀπὸ αἳματος, ὡς πάρος αὐτή ἐξέχεας ἀνδρῶν τ᾿ ἀγαθῶν ἀνδρῶν τε δικαίων, ὧν ἒτι καὶ νῦν αἷμα βοᾷ εἰς αἰθέρα μακρόν. ἣξει σοι πληγὴ μεγάλη, Αἲγυπτε, πρὸς οἲκους, δεινή, ἣν οὓπω ποτ᾿ ἐπήλπισας ἐρχομένην σοι. ῥομφαία γάρ *διελεύσεται διὰ μέσον σεῖο*, σκορπιομὸς δέ τε καὶ θάνατος καὶ λιμός ἐφέξει ἑβδομάτῃ γενεῇ βασιλήων, καὶ τότε παύσῃ. αἰαῖ σοι, χώρα Γὼγ ἠδὲ Μαγὼγ μέσον οὖσα Αἰθιόπων ποταμῶν, πόσον αἳματος ἒκχυμα δέξη, καὶ κρίσεως οἴκησις ἐν ἀνθρώποισι κεκλήσῃ, καὶ πίεταί σου γαῖα πολύδροσος αἷμα κελαινόν. αἰαῖ σοι, Λιβύη· αἰαῖ δε θάλασσά τε καϊ γῆ· θυγατέρες δυσμῶν, ὡς ἥξετε πικρόν ἐς ἦμαρ. ἥξετε καὶ χαλεποῦ· διωκόμεναι ὑπ᾿ ἀγῶνος, δεινοῦ καὶ χαλεποοῦ· δεινή κρίσις ἔσσεται αὖτις, καὶ κατ᾿ ἀνάγκην πάντες έλενσεοθ᾿ εἰς <τόν> ὄλεθρον, ἀνθ᾿ ὧν ἀθανάτοιο μέγαν διεδηλήσασθε οἶκον ὀδοῦσι σιδηρείοις τ᾿ ἐμασήσατε δεινῶς. τοὔνεκα δή νεκρῶν πλήρη σὴν γαῖαν ἐπόψει, τοὺς μὲν ὑπὸ πτολέμον καὰ πάσης δαίμονος ὁρμῆς, λιμοῦ καὶ λοιμοῦ, ὑπὸ τ᾿ ἐχβρῶν βαρβαροθύμων. γαῖα <δ᾿> ἔρημος ἅπασα σέθεν καὶ ἔρημα πόληες. ἐν δὲ δύσει ἀστὴρ λάμψει, ὃν ἐροῦσι κομήτην, ῥομφαίας λιμοῦ θανάτοιό τε σῆμα βροτοῖσιν, ἡγεμόνοον τε *φθορὰν* ἀνδρῶν μεγάλων τ᾿ ἐπισήμων. σήματα δ᾿ ἔσσεται αὖτις ἐν ἀνθρώποισι μέγιστα· καὶ γὰρ Μαιῶτιν λίμνην Τάναϊς βαθνδίνης λείψει, κὰδ δὲ ῥόον βαθὺν αὔλακος ἔσσεται ὁλκός καρποφόρου, τό δὲ ῥεῦμα τό μνρίον αὐχέν᾿ ἐφέξει. χάσματα ἠδὲ βάραθρ᾿ ἀχανῆ· πολλαὶ δὲ πόληες αὔτανδροι πεσέονται· ἐν Ἀσιάδι μεν Ἰασσός Κεβρήν *Πανδονίη* Κολοφών Ἔφεσος Νίκαια Ἀντιόχεια Τάναγρα Σινώπη Σμύρνη *Μάρος* Γάζα πανολβίστη Ἱεράπολις Ἀστυπάλαια, Εὐρώπης δὲ *Κύαγρα κλύτος* βασιλὶς Μερόπεια Ἀντιγόνη Μαγνησίη *Μυκήνη πάνθεια*. ἴσθι τότ᾽ Αἰγύπτου ὀλοὸν γένος ἐγγὺς ὀλέθρου, καὶ τότ᾽ Ἀλεξανδρεῦσιν ἔτος τὸ παρελθὸν ἄμεινον ὁππόσα δασμοφόρου Ἀσίης ὑπεδέξατο Ῥώμη, χρήματά κεν τρὶς τόσσα δεδέξεται ἔμπαλιν Ἀσίς ἐκ Ῥώμης, ὀλοὴν δ᾽ ἀποτίσεται ὕβριν ἐς αὐτήν. ὅσσοι δ᾽ ἐξ Ἀσίης Ἰταλῶν δόμον ἀμφεπόλευσαν, εἰκοσάκις τοσσοῦτοι ἐν Ἀσίδι θητεύσουσιν Ἰταλοὶ ἐν πενίῃ, ἀνὰ μυρία δ᾽ ὀφλήσουσιν. ὦ χλιδανὴ ζάχρυσε Λατινίδος ἔκγονε Ῥώμη, παρθένε, πολλάκι σοῖσι πολυμνήστοισι γάμοισιν οἰνωθεῖσα, λάτρις νυμφεύσεαι οὐκ ἐνὶ κόσμῳ, πολλάκι δ᾽ ἁβρὴν σεῖο κόμην δέσποινά τε κείρει ἠδὲ δίκην διέπουσα ἀπ᾽ οὐρανόθεν ποτὶ γαῖαν ῥίψει, ἐκ δὲ γαίης πάλιν οὐρανὸν εἲς ἀνεγείρει, ὅττι βροτοὶ φαύλου ζωῆς ἀδίκου τ᾽ ἐνέχοντο. ἔσται καὶ Σάμος ἄμμος, ἐσεῖται Δῆλος ἄδηλος, καὶ Ῥώμη ῥύμη· τὰ δὲ θέσφατα πάντα τελεῖται. Σμύρνης δ᾽ ὀλλυμένης οὐδεὶς λόγος. ἔκδικος ἔσται, ἀλλὰ κακαῖς βουλῇσι καὶ ἡγεμόνων κακότητι εἰρήνη δὲ γαληνὸς ἐς Ἀσίδα γαῖαν ὁδεύσει· Εὐρώπη δὲ μάκαιρα τότ᾽ ἔσσεται, εὔβοτος αἰθήρ πουλυετὴς εὔρωστος ἀχείματος ἠδ᾽ ἀχάλαζος πάντα φέρων καὶ πτηνὰ καὶ ἑρπετὰ θηρία γαίης. ὦ μακαριστός, ἐκεῖνον ὃς ἐς χρόνον ἔσσεται ἀνήρ ἠὲ γυνή· μακάρων αστ; κενεήφατος ὅσσον ἄγραυλος· εὐνομίη γὰρ πᾶσα ἀπ᾽ οὐρανοῦ ἀστερόεντος ἥξει ἐπ᾽ ἀνθρώπους ἠδ᾽ εὐδικίη, μετὰ δ᾽ αὐτῆς ἡ πάντων προφέρουσα βροτοῖς ὁμόνοια σαόφρων καὶ στοργὴ πίστις φιλίη ξείνων ἄπο καὐτῶν ἠδέ τε δυσνομίη μῶμος φθόνος ὀργὴ ἄνοια φεύξετ᾽ ἀπ᾽ ἀνθρώπων πενίη· καὶ φεύξετ᾽ ἀνάγκη* καὶ φόνος οὐλόμεναί τ᾽ ἔριδες, καὶ νείκεα λυγρά καὶ νυκτοκλοπίαι καὶ πᾶν κακὸν ἤμασι κείνοις. ἀλλὰ Μακηδονίη βαρὺ τέξεται Ἀσίδι πῆμα, Εὐρώπῃ δὲ μέγιστον ἀνασταχυώσεται ἄλγος ἐκ γενεῆς Κρονίδαο νόθων δούλων τε γενέθλης. κείνη καὶ Βαβυλῶνα πόλιν δεδομήσετ᾽ ἐρυμνήν, καὶ πάσης ὁπόσην ἐπιδέρκεται ἠέλιος γῆν δεσπότις αὐδηθεῖσα κακαῖς ἄτῃσιν ὀλεῖται οὔνομ᾽ ἐν ὀψιγόνοισι πολυπλάγκτοισιν ἔχουσα. ἥξει καί ποτ᾽ ἄπιστος ἐς Ἀσίδος ὄλβιον οὖδας ἀνὴρ πορφυρέην λώπην ἐπιειμένος ὤμοις ἄγριος ἀλλοδίκης φλογόεις· ἤγειρε γὰρ αὐτοῦ πρόσθε κεραυνὸς φῶτα· κακὸν δ᾽ Ἀσίη ζυγὸν ἕξει πᾶσα, πολὺν δὲ χθὼν πίεται φόνον ὀμβρηθεῖσα. ἀλλὰ καὶ ὣς πανάιστον ἅπαντ᾽ Ἀίδης θεραπεύσει· ὧν δή περ γενεὴν αὐτὸς θέλει ἐξαπολέσσαι, ἐκ τῶν δὴ γενεῆς κείνου γένος ἐξαπολεῖται· ῥίζαν ἴαν γε διδούς, ἣν καὶ κόψει βροτολοιγός ἐκ δέκα δὴ κεράτων, *παρὰ δὴ φυτὸν ἄλλο φυτεύσει,* κόψει πορφυρέης γενεῆς γενετῆρα μαχητήν καὐτὸς ὑφ᾽ αστ; υἱῶν ὧν ἐς ὁμόφρονα αἴσιον ἄρρης* φθεῖται· καὶ τότε δὴ παραφυόμενον κέρας ἄρξει. ἔσται καὶ Φρυγίῃ δὲ φερεσβίῳ αὐτίκα τέκμαρ, ὁππότε κεν Ῥείης μιαρὸν γένος ἐν χθονὶ κῦμα ἀέναον ῥίζῃσιν ἀδιψήτοισι τεθηλός αὐτόπρεμνον ἄιστον ἰῇ ἐν νυκτὶ γένηται ἐν πόλει αὐτάνδρῳ σεισίχθονος ἐννοσιγαίου, ἥν ποτε φημίξουσιν ἐπωνυμίην Δορύλαιον ἀρχαίης Φρυγίης πολυδακρύτοιο κελαινῆς. ἔστ᾽ ἄρα καιρὸς ἐκεῖνος ἐπωνυμίην ἐνοσίχθων κευθμῶνας γαίης σκεδάσει καὶ τείχεα λύσει. σήματα δ᾽ οὐκ ἀγαθοῖο, κακοῖο δὲ φύσεται ἀρχή. παμφύλου πολέμοιο δαήμονας ἕξει ἄνακτας, Αἰνεάδας *διδούς* αὐτόχθονος, ἐγγενὲς αἷμα. ἀλλὰ μεταῦτις ἕλωρ ἔσῃ ἀνθρώποισιν ἐρασταῖς. Ἴλιον, οἰκτείρω σε· κατὰ Σπάρτην γὰρ Ἐρινύς βλαστήσει περικαλλὲς ἀείφατον ἔρνος ἄριστον Ἀσίδος Εὐρώπης τε πολυσπερὲς οἶδμα λιποῦσα· σοὶ δὲ μάλιστα γόους μόχθους στοναχάς τε φέρουσα θήσει· ἀγήρατον δ᾽ ἔσται κλέος ἐσσομένοισιν. καί τις ψευδογράφος πρέσβυς βροτὸς ἔσσεται αὖτις ψευδόπατρις· δύσει δὲ φάος ἐν ὀπῇσιν ἑῇσιν· νοῦν δὲ πολὺν καὶ ἔπος διανοίαις ἔμμετρον ἕξει, οὐνόμασιν δυσὶ μισγόμενον· Χῖον δὲ καλέσσει αὑτὸν καὶ γράψει τὰ κατ᾽ Ἴλιον, οὐ μὲν ἀληθῶς, ἀλλὰ σοφῶς· ἐπέων γὰρ ἐμῶν μέτρων τε κρατήσει· πρῶτος γὰρ χείρεσσιν ἐμὰς βίβλους ἀναπλώσει· αὐτὸς δ᾽ αὖ μάλα κοσμήσει πολέμοιο κορυστάς, Ἕκτορα Πριαμίδην καὶ Ἀχιλλέα Πηλείωνα τούς τ᾽ ἄλλους, ὁπόσοις πολεμήια ἔργα μέμηλεν. καί γε θεοὺς τούτοισι παρίστασθαί γε ποιήσει, ψευδογραφῶν κατὰ πάντα τρόπον, μέροπας κενοκράνους. αὶ θανέειν μᾶλλον τοῖσιν τοῖσιν κλέος ἔσσεται εὐρύ Ἰλίῳ· ἀλλὰ καὶ αὐτὸς ἀμοιβαῖα δέξεται ἔργα. καὶ Λυκίῃ Λοκροῖο γένος κακὰ πολλὰ φυτεύσει. Χαλκηδὼν στεινοῖο πόρον πόνοτοι λαχοῦσα, καί σε μολών ποτε παῖς αἰτώλιος ἐξεναρίξει. Κύζεικε, καί σοι πόντος ἀπορρήξει βαρὺν ὄλβον. καὶ σύ ποτ᾿ *Ἄρη, Βυξάντιον Ἀσίδι στέρεξῃ*, καὶ δὴ καὶ στοναχὰς λήφῃ καὶ ἀνήριθμον αἶμα. καὶ Κράγος ὑφηλὸν Λυκίης ὄρος, ἐκ κορυφάων χάσματ᾿ ἀνοιγομένης πέτρης κελαρύξεται ὕδωρ. μέχρι κε καὶ Πατόρων μαντήια σήματα παύσῃ. Κύζικος, οἰκήτερια Προποντίδος οἰνοπόλοιο, Ῥύνδακος ἀμφί σε κῦμα κορυσσόμενον σμαραγήσει. καὶ σύ, Ῥόδος, πουλὺν μὲν ἀδούλωτος χρόνον ἔσσῃ, ἡμερίη θυγάτηρ, πουλὺς δὲ τοι ὄλβος ὄπισθεν ἔσσεται, ἐν πόντῳ δ᾿ ἕξεις κράτος ἔξοχον ἀλλων. ἀλλὰ μεταῦτις ἕλωρ ἔσῃ ἀνθρώποισιν ἐρσταῖς κάλλεσιν ἠδ᾿ ὄλβῳ· δεινὸν ζυγὸν αὐχένι θήσῃ. Λύδιος αὖ σεισμὸς δὲ τὰ Περσίδος ἐξεναρίξει, Εὐρώπης Ἀσίης τελέων ῥίγιστά περ ἄληγ. Σιδονίων δ᾿ ὀλοὸς βασιλεὺς καὶ *φύλοποις ἄλλων ποντοπόρον σαμίοις ὀλοὸν δ᾿ ἵξουσιν ὄλεθρον*. *αἴματι μὲν δάπεδον* κελαρύξεται εἰς ἅλα φωτῶν ὀλλυμένων· ἄλοχοι δὲ σὺν ἀγλαοφαρέσι κούριας ὔβριν ἀεικελίην ἰδίην ἀποθωϋξουσιν, ταὶ μὲν ὐπὲρ *νεκύων* ταὶ δ᾿ ὀλλυμένων ὑπὲρ υἱῶν. σημεῖον Κύπρου· σεισμὸς φθίσει δὲ φάραγγας καὶ πολλὰς ψυχὰς Ἀἰδης ὀμοθυμαδὸν ἕξει, Τράλλις δ᾿ ἡ γείτων Ἐφέσου σεισμῶ καταλύσει τείχεά τ᾿ εὐποίητ᾿ ἀνδρῶν τε λεὼν βαρυθύμων· ὀμβρήσει δέ τε γαῖα ὕδωρ ζεστόν, ποτὶ δ᾿ αὐτῆς γαῖα βαρυνομένη πίεται· ὀσμὴ δέ τε θείου. Καὶ Σάμος ἐν καιρῶ βασιλήια δώματα τεύξει. Ἰταλίῃ, σοὶ δ᾿ οὕτις Ἄρης ἀλλότριος ἥξει, ἀλλ᾿ ἐμφύλιον αἶμα πολύστονον οὐκ ἀλαπαδνόν πουλυθρύλλητόν τε ἀναιδέα σε κεραἷει. καὶ δ᾿ αὐτὴ στήθεσσιν ἑοῖς ἐναρίξεαι αὐτήν. ἀπροίδῇ στήθεσσιν ἐοῖς ἐναρίψεαι αὐτήν. ἔσσῃ δ' οὐκ ἀγαθῶν μήτηρ, θηρῶν δὲ τιθήνη. ἀλλ᾿ ὅτ ἀπ᾿ Ἰταλίης λυμήταης ἵξεται ἀνήρ, τῆμος, Λαοδίκεια, καταπρηνὴς ἐριποῦσα, Καρῶν ἀγαλὸν ἄστυ Λύκου παρὰ θέσκελον ὕδωρ, στγήσεις μεγάλαυχον ἀποιμώξασα τοκῆα. θρήικες δέ Κρόβυξοι ἀναστήσονται ἀν᾿ Αῖμον. Καμπανοῖς ἄραβος πέλεται διὰ τ[ον *πολύκαρπον* λιμόν· πουλυετεῖς δὲ [ἀποιμώξασα τοκῆα]. Κύρνος καὶ Σαρδὼ μεγάλαις χειμῶνος ἀέλλαις καὶ πληγαῖς ἁγίοιο θεοῦ κατὰ βένθεα πόντου δύσονται κατὰ κῦμα θαλασσείοις τεκέεσσιν. αἰαῖ παρθενικὰς ὁπόσας νυμφεύσεται Ἅιδης, κούρους δ᾿ ἀκτερέας <ὁπόσους> βυθὸς ἀμφιπολεύσει· αἰαῖ νήπια τέκν᾿ ἁλινηχέα καὶ βαρὺν ὄλβον. Μυσῶν γαῖα μάκαιρα, γένος βασιλήιον ἄφνω *τεύξεται. οὐ μὴν πουλὺν ἐπὶ χρόνον ἔσσετ᾿ ἀληθῶς Καρχηδών* Γαλάταις δὲ πολύστονος ἔσσεται οἶκτος. ἥξει καὶ Τενέδῳ κακὸν ἔσχατον, ἀλλὰ μέγιστον. καὶ Σικυὼν Χάλκειος ὑλάγμασι καὶ δέ, Κόρινθε, αὐχήσει ἐπὶ πᾶσιν· ἴσον δὲ βοήσεται αὐλός. ἡνίκα δή μοι θυμὸς ἐπαύσατο ἔνθεον ὕμον, καὶ πάλι μοι μεγάλοι θεοῦ φάτις ἐν στήθενσσιν ἵστατο καί μ‘ ἐκέλευσε πραφητεῦσαι κατὰ γαῖαν. αἰαῖ φιονίκων γένει ἀνδρῶν ἠδε γυναικῶν, καὶ πάσιας πόλεισιν παραλίαςι, οὐδεμί’ ὑμῶν πρὸς φάος ἠελίοι παρέσσεται ἐν φαῖ κοινῷ, οὐδ᾿ ἔτι τῆς ζωῆς ἀριθμὸς καὶ φῦλον ἐτ‘ ἔσται ἀντ‘ ἀδικου γλώττης ἀνόμου τε βίου καὶ ἀνάγνου, ὅν κατέτριψαν πάντες ἀνοίγοντες στόμ’ ἄνάγνου, καὶ δεινοὺς διέθεντο λόγους φευδεῖς τ’ ἀδίκους τε κἄστησαν κατέναντι θεοῦ μεγάλου βασιλῆος κἤνοιξαν ψευδῶς μυσαρὸν στόμα, τοὔνεκ’ ἄρ’ αὐτούς ἐκπάγλως πληγαῖσι δαμάσσειεν παρὰ πᾶσαν γαῖαν καὶ πικρὴν μοίρην πέμψει θεος αὐτοῖς ἐξ ἐδάφους φλέξας πόλιας καὶ πολλὰ θέμεθλα. αἰαὶ σοι Κρήτη πολυώδνε, εἴς σέ περ ἥξει πληγὴ καὶ φοβερὰ αἰώνιος *ἐξαλαπάξει*, καί σε καπνιζομένην πᾶσα χθὼν ὄψεται αὐτις κοὔ σε δι’ αἰῶνος λείψει πῦρ, ἀλλὰ καήσῃ. αἰαῖ σοι, θρήκη, ζυγὸν ὡς εἰς δούλιον ἥξεις· ἡνία σύμμικτοι Γαλάται τοῖς Λαρδανίδαισιν Ἑλλάδ᾿ ἐπιεσσυμένως πορθέοντες, *τότε σοι κακὸν ἔστγαι*, γαίῃ δ᾿ ἀλλοτρίῃ δώσεις ⏕οὐδέ τι λήψῃ. αἰαῖ *σοι Γὼγ καὶ πᾶσιν ἐφεξῆς ἅμα Μαγώγ μαρσῶν ἠδ᾿ ἀγγὼν ὅσα σοι κακὰ μοῖρα πελάζει*, [πολλὰ δὲ] καὶ Λυκίων υἱοῖς Μυσῶν τε Φρυγῶν τε, πολλὰ δὲ Παμφύλων ἔθνη Λυδῶν τε πεσεῖται Μαύρων τ‘ Αίθιόπων τεκαὶ ἐθνῶν βαρβαροφώνων Καππαδοκῶν τ‘ Ἀράβων τε· τί δὴ κατὰ μοῖραν ἕκαστον ἐξαυδῶ; πᾶσιν γάρ, ὅσοι χθόνα ναιετάουσιν, Ὕψιστος δεινὴν ἐπιπέμφει ἔθνεσι πληγήν. Ἕλλησιν δ᾿ ὁπόταν πολὺ βάρβαρον ἔθνος ἐπέλθῃ, πολλὰ μὲν ἐκλεκτῶν ἀνδρῶν ἀνδρῶν ὀλέσειε κάρηνα· πολλὰ δὲ πίονα μῆλα βροτῶν διαδηλήσονται ἵππων θ’ ἡμιόνων τε βοῶν τ’ ἀγέλας ἐριμύκων· δώματά τ’ εὐποίητα κυρὶ φλέξουσιν ἀθέσμως· 525 πολλὰ δὲ σώματα δοῦλα πρὸς ἄλλην γαῖαν ἀνάγκῃ ἄξουσιν καὶ τέκνα βαθυζώνους τε γυναῖκας ἐκ θαλάμων ἁπαλὰς τρυφεροῖς ποσὶ πρόσθε πεσούσας· ὄψονται δεσμοῖσιν ὑπ᾿ ἐχθρῶν βαρβαροφώνων πᾶσαν ὕβριν δεινὴν πάσχοντας· κοὐκ ἔσετ᾿ αὐτοῖς μικρὸν ἐπαρκέσσων πόλεμον ζωῆς τ᾿ ἐπαρωγός. ὄψονταί τ᾿ ἰδίας κτήσεις καὶ πλοῦτον ἅπαντα ἐχθρὸν καρπίζοντα· τρόμος δ᾿ ὑπὸ γονύνασιν ἔσται. φεύξονται δ᾿ ἑκατόν, εἶς δ᾿ αὐτοὺς πάντας ὀλέσσει· πέντε δὲ κινήσουσι βαρὺν χόλον· οἵ δὲ πρὸς αὐτούς αἰσχρῶς φυρόμενοι πολέμῳ δεινῷ τε κυδοιμῷ οἴσουσιν ἐχθροῖσι χαράν, Ἕλλησι δὲ πένθος. δούλειος δ᾿ ἄρα —ζυγὸς ἔσσεαι Ἑλλάδι πάσῃ· πᾶσι δ᾿ ὁμοῦ πόλεμός τε βροτοῖς καὶ λοιμὸς ἐπέσται, χάλκειόν τε μέγαν τεύξει θεὸς οὐρανὸν ὑψοῦ ἀβροχίην τ᾿ ἐπὶ γαῖαν ὅλην, αὐτὴν δὲ σιδηρᾶν. αὐτὸαρ ἔπειτα βροτοὶ δενῶς κλαύσουσιν ἅπαντες ἀσπορίην καὶ ἀνηροσίην· καὶ πῶρ ἐπὶ γαίης κατθήσει *πολὺν ἱστὸν* ὅς οὐρανὸν ἔκτισε καὶ γῆν· πάντων δ᾿ ἀνθρώπων τὸ τρίτον μέρος ἔσσεται αὖτις. Ἑλλὰς δή, τί πέποιθας ἐπ᾿ ἀνδράσιν ἡγεμόνεσσιν θνητοῖς, οἶς οὐκ ἔστι φυγεῖν θανάτοιο τελευτήν; πρὸς τί τε δῶρα μάταια καταφθιμένοισι πορίζεις θύει τ᾿ εἰδώλοις; τίς τοι πλάνον ἐν φρεσὶ θῆκεν ταῦτα τελεῖν προλιποῦσα θεοῦ μεγάλοιο πρόσωπον; οὔνομα παγγενέταο σέβα δ᾿ ἔχε, μηδὲ λάθῃ σε. χίλια δ᾿ ἔστ᾿ ἔτεα κὰι πένθ᾿ ἑκατοντάδες ἄλλαι, ἐξ οὖ βασίλευσαν ὑπερφίαλοι βασιῆες Ἑλλήνων, οἵ πρῶτα βροτοῖς κακὰ ἡγεμόνεθσαν, πολλὰ θεῶν εἴδωλα καταφθιμένων *θανεόντων*, ὦν ἕνεκεν τὰ μάταια φρονεῖν ὑμῖν ὑπεδείζθη. ἀλλ᾿ ὁπόταν μεγάλοιο θεοῦ χόλος ἔσσεται ὑμῖν, δὴ τότ᾿ ἐπιγνώσεσθε θεοῦ μεγάλοιο πρόσωπον. πᾶσαι δ᾿ ἀνθρώπων ψυχαὶ μεγάλα στενάχουσαι ἄντα πρὸς οὐρανὸν εὐρὺν ἀνασχόμεναι χέρας αὐτῶν ἄρξονται βασιλῆα μέγαν ἐπαμύντορα κληζειν καὶ ζητεῖν ῤυστῆρα χόλου μεγάλοιο, τίς ἔσται. ἀλλ᾿ ἄγε καὶ μάθε τοῦτο καὶ ἐν φρεσὶ κάτθει σῇσιν. ὅσσα περιπλομένων ἐνιαυτῶν κήδεα ἔσται. *καὶ τοὺς ἑλλὰς ἔρεξε* βοῶν ταύρων τ᾿ ἐριμύκων· πρὸς ναὸν μεγάλοιο θεοῦ ὁλοκαρπώσασα, ἐκφεύξῃ πολέμοιο δυσηχέος ἡδὲ φόβοιο καὶ λοιμοῦ καὶ δοῦλον ὑπεκφεύξῃ ζυγὸν αὖτις, ἀλλὰ μέχρις γε τοσοῦδ᾿ ἀσεβῶν γένος αἴσιμον ἦμαρ. ὁππότε κεν τοῦτο προλάβῃ τέλος αἴσιμον ἦμαρ. οὐ γὰρ μὴ θύσητε θεῷ, μέχρι πάντα γένηται· ὅσσα θεός γε μόνος βουλεύσεται, οὐκ ἀτέλεστα. πάντα τελεσθῆναι κρατερὴ δ᾿ ἐπικείσετ᾿ ἀνάγκη. εὐσεβέων ἀνδρῶν ἑερὸν γένος ἔσσεται αὖτις, βουλαῖς ἠδὲ νόῳ προσκείμενοι Ὑψίστοι, οἳ ναὸν μεγάλοιο θεοῦ περικνόανέονσιν λοιβῆ τε κνίσσῃ τ' ἠδ᾿ αὖθ᾿ ίεραῖς ἑκατόμβαις ταύρων ζατρεφέων θυσίαις κριῶν τε τελείων πρωτοτόκων ὀίων τε καὶ ἀρνῶν πίονα μῆλα βωμῷ ἐπὶ μεγάλῳ ἁγίως ὁλοκαρπεύοντες. ἐν δὲ δικαιοσύνῃ νόμου Ὑψίστοιο λαχόντες ὄλβιοι οἰκήσουσι πόλεις καὶ πίονας ἀγρούς, αὐτοὶ δ᾿ ὑψωθέντες ὑπ᾿ ἀθανάτοιο προφῆται *καὶ* μέγα χάρμα βροτοῖς πάντεσσι φέροντες. μούνοις γάρ σφιν δῶκε θεὸς μέγας εὔφρονα βουλήν καὶ πίστιν καὶ ἄριστον ἐνὶ στήθεσσι νόημα· οἵτινες οὐκ ἀπάτῃσι κεναῖς οὐδ᾿ ἔργ᾿ ἀνθρώπων χρύσεα καὶ χάλκεια καὶ ἀργύρου ἠδ᾿ ἐλέφαντος καὶ ξυλίνων λιθίνων τε θεῶν εἴδωλα καμόντων πήλινα μιλτόχριστα ζῳογραφίας τυποειδεῖς τιμῶσιν, ὅσα πέρ τε βροτοὶ κενεόφρονι βοτλῇ· ἀλλὰ γὰρ ἀείρουσι πρὸς οὐρανὸν ὠλένας ἁγνάς ὄρθριοι ἐξ εὐνῆς αἰεὶ χρόα ἁγνίζοντες ὕδατι καὶ τιμῶσι μόνον τὸν ἀεὶ μεδέοντα ἀθάνατον καὶ ἔπειτα γονεῖς· μέγα δ᾿ ἔξοχα πάντων ἀνθρώπων ὁσίης εὐνῆς μεμνημένοι εἰσίν· κοὐδὲ πρὸς ἀρσενικοὺς παῖδας μίγνυνται ἀνάγνως, ὅσσα τε Φοίνικες Αἰγύπτιοι ἠδὲ Λατῖνοι Ἑλλάς τ᾿ εὐρύχορος καὶ ἄλλων ἔθνεα πολλά Περσῶν καὶ Γαλατῶν πάσης τ᾿ Ἀσίης παραβάντες ἀθανάτοιο θεοῦ ἁγνὸν νόμον *ὃν παρέβησαν*. ἀνθ᾿ ὧν ἀθάνατος θήσει πάντεσσι βροτοῖσιν ἄτην καὶ λιμὸν καὶ πήματά τε στοναχάς τε καὶ πόλεμον καὶ λοιμὸν ἰδ᾿ ἄλγεα δακρυόεντα· οὕνεκεν ἀθάνατον γενέτην πάντων ἀνθρώπων οὐκ ἔθελον τιμᾶν ὁσίως, εἰδωλα δ᾿ ἐτίμων χειροποσμαῖς πετρῶν κατακρύψαντες δι᾿ ὄνειδος, ἐν σχισμαῖς πετρῶν κατακρύφατες δι᾿ ὄνειδος, ὁππόταν Αἰγύπτου βασιλεὺς νέος ἕβδομος ἄρχῃ τῆς ἰδίης γαίης ἀριθμούμενος ἐξ Ἑλλήνων ἀρχῆς, ἧς ἄρξουσι Μακηδόνες ἄστπετοι ἄνδρες· ἔλθῃ δ᾿ ἐξ Ἀσίῃς βασιλεὺς μέγας, αἰετὸς αἴθων, ὃς πᾶσαν σκεπάσει γαῖαν πεζῶν τε καὶ ἱππέων, πάντα δὲ συγκόψει καὶ πάντα κακῶν ἀναπλήσει· ῥίψει δ᾿ Αἰγύπτου βασιλήιον· ἐκ δέ τε πάντα κατήμαθ᾿ ἑλὼν ἐποχεῖται ἐπ' εὐρέα νῶτα θαλάσσης. καὶ τότε δὴ κάμψουσι θεῷ μεγάλῳ βασιλῆι ἀθανάτῳ γόνυ λευκὸν ἐπὶ χθονὶ πουλυβοτείρῃ· ἔργα δὲ χειροποίητα πυρὸς φλογὶ πάντα πεσεῖται. καὶ τότε δὴ χάρμην μεγάλην θεὸς ἀνδράσι δώσει· καὶ γὰρ τῆ καὶ δένδρα καὶ ἄσπετα ποίμνια μήλων δώσουσιν καρπὸν τὸν ἀληθινὸν ἀνθρώποισιν οἴνου καὶ μέλιτος γλυκεροῦ λευκοῦ τε γάλακτος καὶ σίτου, ὅπερ ἐστὶ βροτοῖς κάλλιστον ἁπάντων. ἀλλὰ σὺ μὴ μέλλων, βροτὸ ποικιλόμητι, βράδυνα, ἀλλὰ παλίμπλαγκτος στρέψας θεὸν ἱλάσκοιο. θῦε θεῷ ταύρων ἑκατοντάδας ἠδὲ καὶ ἀρνῶν πρωτοτόκων αἰγῶν τε περιπλομέναισιν ἐν ὥραις. ἀλλὰ μιν ἱλάσκου, θεὸν ἄμβροτον, αἴ κ᾿ ἐλεήσῃ. αὐτὸς γὰρ μόνος ἐστὶ θεὸς κοὺκ ἔστιν ἔτ᾿ ἄλλος. τὴν δὲ δικαιοσύνην τίμα καὶ μηδένα θλῖβε. ταῦτα γὰρ ἀθάνατος κέλεται δειλοῖσι βροτοῖσιν. ἀλλὰ σύ τοῦ μεγάλοιο θεοῦ μήνιμα φύλαξαι. ὁππότε κεν πάντεσσι βροτοῖς λοιμοῖο τελευτή ἔλθῃ καὶ φοβεροῖο δίκης <τε> τύχωσι δαμέντες, καὶ βασιλεὺς βασιλῆα λάβῃ χώραν τ᾿ ἀφέληται, ἔθνη δ᾿ ἔθνεα πορθήσῃ καὶ φῦλα δυνάσται, ἡγεμόνες δὲ φύγωσιν ἐς ἄλλην γαῖαν ἅπαντες, *ἀλλαχθῇ δέ τε γαῖα βροτῶν καὶ βάρβαρος ἀρχή Ἑλλάδα πορθήσῃ πᾶσαν καὶ πίονα γαῖαν ἐξαρύσῃ πλούτοιο καὶ ἀντίον εἰς ἔριν αὐτῶν ἔλθωσιν χρυσοῦ τε καὶ ἀργύρου εἵνεκεν· ἔσται ἡ φιλοχρημοσύνη κακὰ ποιμαίνουσα πόλεσσιν. *χώρῃ ἐν ἀλλοτρίῃ, ἄταφοι δὲ ἅπαντες ἔσονται, καὶ τῶν μὲν γῦπές τε καὶ ἄγρια θηρία γαίης σάρκας δηλήσονται· ἐπὰν δὴ ταῦτα τελεσθῇ, λείψανα γαῖα πέλωρος ἀναλώσειε θανόντων. αὐτὴ δ᾿ ἄσπαρτος καὶ ἀνήροτος ἔσται ἅπασα κηρύσσουσα τάλαινα μύσος μυρίων ἀνθρώπων· πολλὰ χρόνων μήκη περιτελλομένων ἐνιαυτῶν πέλτας καὶ θυρεοὺς γαισοὺς παμποίκιλά θ᾿ ὅπλα· οὐδὲ μὲν ἐκ δρυμοῦ ξύλα κόψεται εἰς πυρὸς αὐγήν. καὶ τότ' ἀπ' ἠελίοιο θεὸς πέμψει βασιλῆα, ὅς πᾶσαν γαῖαν παύσει πολέμοιο κακοῖο, οὕς μὲν ἄρα κτείνας, οἷς δ' ὅρκια πιστὰ τελέσσας. οὐδέ γε ταῖς ἰδίαις βουλαῖς τάδε πάντα ποιήσει, ἀλλὰ θεοῦ μεγάλοιο πιθήσας δόγμασιν ἐσθλοῖς. ναὸς δ' αὖ μεγάλοιο θεοῦ περικαλλέι πλούτῳ βεβριθώς, χρνσῷ τε καὶ ἀργύρῳ ἠδέ τε κόσμῳ πορφυρέῳ· καὶ γαῖα τελεσφόρος ἠδὲ θάλασσα των ἀγαθῶν πλήθυσα. καὶ ἄρξονται βασιλῆες ἀλλήλοις *κοτέειν ἐπαμύνοντες κακὰ θυμῷ*· ὁ φθόνος οὐκ ἀγαθὸν πέλεται δειλοῖσι βροτοῖσιν. ἀλλὰ πάλιν βασιλῆες ἐθνῶν ἐπὶ τήνδε γε γαῖαν ἀθρόοι ὁρμήσονται ἑαυτοῖς κῆρα φέροντες· σηκὸν γὰρ μεγάλοιο θεοῦ καὶ φῶτας ἀρίστους πορθεῖν βονλήσονται, ὁπηνίκα γαῖαν ἵκωνται. θήσουσιν κύκλῳ πόλεως μιαροὶ βασιλῆες τὸν θρόνον αὐτοῦ ἕκαστος ἔχων καὶ λαὸν ἀπειθῆ. καί ῥα θεὸς φωνῇ μεγάλῃ πρὸς πάντα λαλήσει λαὸν ἀπαίδεντον κενεόφρονα, καὶ κρίσις αὐτοῖς ἔσσεται ἐκ μεγάλοιο θεοῦ, καὶ πάντες ὀλοῦνται χειρὸς ἀπ' ἀθανάτοιο· ἀπ' οὐρανόθεν δὲ πεσοῦνται ῥομφαῖαι πύρινοι κατὰ γαῖαν· λαμπάδες, αὐγαί ἵξονται μεγάλαι λάμπουσαι εἰς μέσον ἀνδρῶν. γαῖα δὲ παγγενέτειρα σαλεύσεται . ημασι κείνοις χειρὸς ἀπ' ἀθανάτοιο, καὶ ἰχθν\; υες οἱ κατὰ πόντον πάντα τε θηρία γῆς ἠδ' ἄσπετα φῦλα πετεινῶν πᾶσαί τ' ἀνθρώπων ψυχαὶ καὶ πᾶσα θάλασσα φρίξει ὑπ' ἀθανάτοιο προσώπου καὶ φόβος ἔσται. ἠλιβάτους κορυφάς τ' ὀρέων βουνούς τε πελώρων ῥήξει, κυάνεόν τ' ἔρεβος πάντεσσι φανεῖται. ἠέριαι δὲ φάραγγες ἐν οὔρεσιν ὑψηλοῖσιν ἔσσονται πλήρεις νεκύων· ῥε; τσουσι δὲ πέτραι αἵματι καὶ πεδίον πληρώσει πᾶσα χαράδρα. τείχεα δ' εὐποίητα χαμαἲ πεσέονται ἅπαντα ἀνδρῶν δυσμενέων, ὅτι τὸν νόμον οὐκ ἔγνωσαν οὐδὲ κρίσιν μεγάλοιο θεοῦ, ἀλλ' ἄφρονι θυμῷ πάντες ἐφορμηθέντες ἐφ' Ἱερὸν ἤρατε λόγχας. καὶ κρίνεῖ πάντας πολέμῳ θεὸς ἠδὲ μαχαίρῃ καὶ πυρὶ καὶ ὕετῷ τε κατακλύζοντι· καὶ ἔσται θεῖον ἀπ' οὐρανόθεν, αὐτὰρ λίθος ἠδὲ χάλαζα πολλὴ καὶ χαλεπή· θάνατος δ' ἐπὶ τετράποδ' ἔσται. καὶ τότε γνώσονται θεὸν ἄμβροτον, ὅς τάδε κρίνει· οἰμωγή τε καὶ ἀλαλαγμὸς κατ' ἀπείρονα γαῖαν ἵξεται ὀλλυμένων ἀνδρῶν· καὶ πάντες ἄναγνοι αἵματι λούσονται· πίεται δέ τε γαῖα καὶ αὐτή αἵματος ὀλλυμένων, κορέσονται θηρία σαρκῶν. —αὐτός μοι τάδε πάντα θεὸς μέγας ἀέναός τε εἶπε προφητεῦοαι· τάδε δ' ἔσσεται οὐκ ἀτέλεστα οὐδ' ἀτελεύτητον, ὅ τι κεν μόνον ἐν φρεσὶ θείῃ· ἄψευστον γὰρ πνεῦμα θεοῦ πέλεται κατὰ κόσμον. υἱοὶ δ' αὖ μεγάλοιο θεοῦ περὶ ναὸν ἅπαντες ἡσυχίως ζήσοντ' εὐφραινόμενοι ἐπὶ τούτοις, οἷς δώσει κτίστης ὁ δικαιοκρίτης τε μόναρχος. αὐτὸς γὰρ σκεπάσειε μόνος μεγαλωστὶ παραστάς, κύκλοθεν ὡσεὶ τεῖχος ἔχων πυρὸς αἰθομένοιο. ἀπτόλεμοι δ' ἔσσονται ἐν ἄστεσιν ἠδ' ἐνὶ χώραις. οὐ χεὶρ γὰρ πολέμοιο κακοῦ, μάλα δ' ἔσσεται αὐτοῖς αὐτοῖς αὐτὸς ὑπέρμαχος ἀθάνατος καὶ χεὶρ Ἁγίοιο. καὶ τότε δὴ νῆσοι πᾶσαι πόλιές τ' ἐρέουοιν, ὁππόσον ἀθάνατος φιλέει τοὺς ἄνδρας ἐκείνους. πάντα γὰρ αὐτοῖσιν συναγωνιᾷ ἠδὲ βοηθεῖ, οὐρανὸς ἠέλιός τε θεήλατος ἠδὲ σελήνη. ἡδὺν ἀπὸ στομάτων δὲ λόγον ἄξουσιν εν 'ὕμνοις· »δεῦτε, πεσόντες ἅπαντες ἐπὶ χθονὶ λισσώμεσθα ἀθάνατον βασιλῆα, θεὸν μέγαν ἀέναόν τε. πέμπωμεν πρὸς ναόν, ἐπεὶ μόνος ἐστὶ δυνάστης· καὶ νόμον ὕψίστοιο θεοῦ φραζώμεθα πάντες, γαῖα δὲ παγγενέτειρα σαλεύσεται ἤμασι κείνοις ὅστε δικαιότατος πέλεται πάντων κατὰ γαῖαν. ἡμεῖς δ' ἀθανάτοιο τρίβου πεπλανημένοι ἦμεν, ἔργα δὲ χειροποίητα σεβάσμεθα ἄφρονι θυμῷ εἴδωλα ξόανά τε καταφθιμένων ἀνθρώπων. «ταῦτα βοήσουοιν ψυχαὶ πιστῶν ἀνθρώπων· [»δεῦτε, θεοῦ κατὰ δῆμον ἐπὶ στομάτεσσι πεσόντες τέρψωμεν ὕμνοισι θεὸν γενετῆρα κατ' οἴκους, ἑχθρῶν ὅπλα ποριζόμενοι κατὰ γαῖαν ἅπασαν ἑπτὰ χρόνων μήκη περιτελλομένων ἐνιαυτῶν, πέλτας καὶ θυρεοὺς κόρυθας παμποίκιλά θ' ὅπλα, πολλά τε καὶ τόξων πληθὺν βελέων ἀδικων τε· οὐδὲ γάρ ἐκ δρυμοῦ ξύλα κόψεται εἰς πυρὸς αὐγήν. «]ἀλλά, τάλαιν' Ἑλλάς, ὑπερήφανα παῦε φρονοῦοα· λίσσεο δ' ἀθάνατον μεγαλήτορα καὶ προφύλαξαι· στείλον μὴ ἐπὶ τήνδε πόλιν θx003C; σὸνθx003E; λαὸν ἄβουλον, ὅστε μὴ ἐξ ὁσίης γαίης πέλεται Μεγάλοιο. μὴ κίνει Καμάριναν· ἀκίνητος γὰρ ἀμείνων· πάρδαλιν ἐκ κοίτης· μή τοι κακόν ἀντιβολήσῃ· ἀλλ’ ἀπέχου, μηδ’ ἴσχ’ ὑπερήφανον ἐν στήϋεσσιν θνμὸν ὑπερφίαλον, δτείλας πρὸς ἀγῶνα κραταιόν. καὶ δοὐλευε θεῷ μεγάλῳ, ἵνα τῶνδε μετάσχῃς. ὁππότε δή καὶ τοῦτο λάβῃ τέλος αἴσιμον ἦμαρ, [εἰς δὲ βροτοὺς ἥξει χρσις ἀθανάτοιο θεοῖο] ἥξει ἐπ’ ἀνθρώπους μεγάλη κρίσις ἠὲ καὶ ἄρχή. γῆ γὰρ παγγενέτειρα βροτοῖς σώσει τὸν ἄριστον καρπὸν ἀπειρέσιον σίτου οἴνου καὶ ἐλαίου [αὐτάρ ἀπ’ οὐρανόθεν μέλιτος γλυκεροῦ ποτὸν ἡδύ δένδρεά τ’ ἀκροδρύων καρπόν καὶ πίονα μῆλα καὶ βόας ἔκ τ’ ὀίων ἄρνας αἰγῶν τε χιμάρονς·] πηγάς τε ῥήξει γλνκερὰς λενκοῖο γάλακτος· πλήρεις δ’ αὖτε πόλεις ἀγαθῶν καὶ πίονες ἀγροί ἔσσοντ’· δ’ αὐδὲ μάχαιρα κατὰ χθουὸς οὐδὲ κυδοιμός· οὐδὲ βαρὺ στενάχουσα σαλεύσεται οὐκέτι γαῖα· οὐ πόλεμος οὐδ’ αὖτε κατὰ χθονός αὐχμὸς ἔτ’ ἔσται, οὐ λιμός καρπῶν τε κακορρέκτειρα χάλαζα· ἀλλὰ μὲν εἰρήνη μεγάλη κατὰ γαῖαν ἅπασαν, καὶ βασιλεὺς βασιλῆι φίλος μέχρι τέρματος ἔσται αἰῶνος, κοινόν τε νόμον κατά γαῖαν ἅπσαν ἀνθρώποις τελέ σειεν ἐν οὐρανῷ ἀστερόεντι ἀθάνατος, ὅσα πέπραχται δειλοῖσι βροτοῖσιν. ἀὐτὸς γὰρ μόνος ἐστὶ θεὸς κοὐκ ἔστιν ἔτ’ ἅλλος· αὐτὸς καὶ πυρὶ φλέξειεν χαλεπῶν γένος ἀνδρῶν. ἀλλὰ κατασπεὐσαντες ἑὰς φρένας ἐν στήθεσσιν, φεὐγετε λατρείας ἀνόμους, τῷ ζῶντι λάτρενε· μοιχείας πεφὐλαξο καὶ ἄρσενος ἄχριτον εὐνήν· τὴν δ’ ἰδίαν γένναν παίδων τρέφε μηδὲ φὀνευε· ταῦτα γὰρ ἀθάνατος κεχολώοεται ὅς κεν ἁμάρτῃ. καὶ τότε δὴ ἐξεγερεῖ βασιλήιον εἰς αἰῶνας πάντας ἐπ’ ἀνθρώπους, ἄγιον νόμον ὅς ποτ’ ἔδωχεν ενοεβέοιν, τοις πάοιν νπέοχετογαΐαν άνοίξειν καὶ κόσμον μακάρων τε πύλας καὶ χάρματα πάντα καὶ νοῦν ἀθάνατον αἰώνιον εὐφροσνὐην τε. πάσης δ’ ἐκ γαίης λίβανον καὶ δῶρα πρὸς οἴκους οἴσουσιν μεγάλοιο θεοῦ· κοὐκ ἔσσεται ἄλλος οἶκος ἐπ’ ἀνθρώποισι καὶ έἐσσομένοισι πυθέσθαι, ἀλλ’ ὃν ἔδωκε θεός πιστοῖς ἄνδρεσσι γεραίρειν. [υἱόν γὰρ καλέουσι βροτοὶ μεγάλοιο θεοῖο,] καὶ πᾶσαι πεδίοιο τρίβοι καὶ τρηχέες ὄχθαι οὔρεά θ’ ὑψήεντα καὶ ἄγρια κύματα πόντου εὔβατα καὶ ὔπλωτα γενήσεται ἤμασι κείνοις· πᾶσα γὰρ εἰρήνη άγαθῶν ἐπὶ γαῖαν ἱκνεῖται· ῥομφαίαν δ’ ἀφελοῦσι θεοῦ μεγάλοιο προφῆται· αὐτοὶ γάρ κριταί εἰσι βροτῶν βασιλεῖς τε δίκαιοι· ἔσται δῆ καὶ πλοῦτος ἐν ἀνθρώποισι δίκαιος· αὕτη γὰρ μεγάλοιο θεοῆ κρίσις ἠδὲ καὶ ἀρχή· εὐφράνθητι, κόρη, καῖ ἀγάλλεο· σοὶ γὰρ ἔδωκεν εὐφροσύνην αἰῶνος, ὃς οὐρανὸν ἔκτισε καὶ γῆν. ἐν σοὶ δ’ οἰκήσει· σοὶ δ’ ἔσσεται ἀθάνατον φῶς· ἠδὲ λύκοι τε καὶ ἄρνες ἐν οὔρεσιν ἄμμιγ’ ἔδονται χόρτον, παρδάλιές τ’ ἐρίφοις ἅμα βοσκήσονται· ἄρκτοι σὺν μόσχοις νομάδες αὐλισθήσονται· σαρκοβόρος τε λέων φάγεται ἄχυρον παρά φάτνῃ ὡς βοῦς· καὶ παῖδες μάλα νήπιοι ἐν δεομοῖσιν ἄξουιν· πηρόν γάρ ἐπὶ χθονῖ θῆρα ποιήσει. σὺν βρέφεσίν τε δράκοντες ἅμ’ ἀσπίσι κοιμήσονται κοὐκ ἀδικήοσυοιν· χεὶρ γὰρ θεοῦ ἔσσετ· ἐπ’ αὐτούς. σῆμα δέ τοι ἐρέω μάλ’ ἀριφραδές, ὥστε νοῆσαι, ἡνίκα δὴ πάντων τὸ τέλος γαίηφι γένηται. ὁππότε κεν ῥομφαῖαι ἐν οὐρανῷ ἀστερόεντι ἐννύχιαι ὀφθῶσι πρὸς ἕοπερον ἠδὲ πρὸς ἠῶ, αὐτίκα καὶ κονιορτὸς ἀπ' οὐανόθεν προφέρηται πρὸς γαῖαν *ἅπαν, καί οἱ* σέλας ἠελίοιο ἐκλείψει κατὰ μέσσον ἀπ' οὐρανοῦ ἠδὲ σελήνης ἀκτῖνες προφανοῦσι καὶ ἂψ ἐπὶ γαῖαν ἵκονται· αἵματι καὶ σταγόνεσσι πετρῶν δ' ἄπο σῆμα γένηται· ἐν νεφέλῃ δ' ὄψεσθε μάχην, πεζών (<τε> καὶἱππέων οἷα κννηγεσίην θηρῶν, ὀμίχλῃσιν ὁμοίην. τοῦτο τέλος πολέμοιο τελεῖ θεὸς οὐρανὸν οἰκῶν. ἀλλὰ χρὴ πάντας θύειν μεγάλῳ βασιλῆι. ταῦτά σοι Ἀσσνρίης Βαβνλώνια τείχεα μακρά οἰοτρομανὴς προλιποῦσα, ἐς Ἑλλάδα πεμπόμενον πῦρ πᾶοι προφητεύονοα θεοῦ μηνίματα θνητοῖς ὥοτε προφητεῦσαί με βροτοῖς αἰνίγματα εῖα. καὶ καλέσουσι βροτοί με καθ' Ἑλλάδα πατρίδος ἄλλης, ἐξ Ἐρυθρῆς γεγανῖαν ἀναιδέαέα· οἳ δέ με Κίρκης μητρὸς καὶ Γνοοβτοῖο πατρὸς φήοονοι Σίβνλλαν μαινομένην ψεύστειραν· ἐπὴν δὲ γένηται ἅπαντα, τηνίκα μου μνήμην ποιήσετε κοὐκέτι μ' οὐδείς μαινομένην φήσειε, θεοῦ μεγάλοιο προφήτιν. οὐ γὰρ ἐμοὶ δήλωβεν, ἃ πρὶν γενετῆσοιν ἐμοῖσιν· ὅσσα δὲ πρώτ' ἐγένοντο, τά μοι *θεὸς* κατέλεξε, τῶν μετέπειτα δὲ πάντα θεὸς νόῳ ἐγκατέθηκεν, ὥστε προφητεύειν με τά τ' ἐσσόμενα πρό τ' ἐόντα καὶ λέξαι θνητοῖς. ὅε γὰρ κατεκλύζετο κόσμος ὕδασι, καὶ τις ἀνὴρ μόνος εὐδοκίμητος ἐλείφη ὑλοτόμῳ ἐνὶ οἴκῳ ἐπιπλώοας ὑδάτεβοιν σὺν ηρσὶν πτηνοῖσί θ' ἵν' ἐμπλησθῇ πάλι κόσμος· τοῦ μὲν ἐγὼ νύμφη καὶ ἀφ' αἵματος αὐτοῦ ἐτύχθην, τῷ τὰ πρῶτ' ἐγένοντο' τὰ δ' ἔοχατα πάντ' ἀπεδείχθη· ὥστ' ἀπ' ἐμοῦ στόματοςτάδ' ἀληθινά πάντα λελέχθ