Ancient Greek · ~7 min
V., lines V..1-V..44
Oracula Sibyllina, Oracula V..1-44
Not analysed yet
Ἀλλ' ἄγε μοι στονόεντα χρόνον κλύε Λατινιδάων.
ἠ τοι μὲν πρώτιστα μετ΄ ὀλλυμένους βασιλῆας
Αἰγύπτου, τοὺς πάντας ὤη κατὰ γαῖα φέρεσκεν
καὶ μετὰ τὸν Πέλλης πολιήτορα, ᾡ ὕπο
ἀντολίη βεβόλητο καὶ ἑσπερίη
ὅν Βαβυλὼν ἤλεγξε, νέκυν δ’ ὤρεξε
οὐ Διός, οὐκ Ἄμμωνος ἀληθέα φημιχθέντα,
καὶ μετὰ τὸν γενεῆς τε καὶ αἵματος
ὅς μόλεν ἐκ Τροίης, ὅστις πυρὸς ἔσχισεν
πολλούς δ’ αὖ μετ' ἄνακτας, ἀρηιφίλους μετὰ φῶτας.
καὶ μετὰ νηπιάχους, θηρὸς τέκνα μηλοφάγοιο,
ἔσσετ' ἄναξ πρώτιστος, ὄ τις δέκα δὶς κορυφώσει
γράμματος ἀρχομένου· πολέμων δ' ἐπὶ πουλὺ· κρατήσει·
ἕξει δ' ἐκ δεκάδος πρῶτον τύπον· ὥστε
ἄρχειν, στοιχείων ὅστις λάχε γράμματος ἀρχήν·
ὅν Θρῄκη πτήξει καὶ Σικελίη, μετὰ
Μέμφις πρηνιχθεῖσα δι' ἡγενλινων κακότητα
ἠδὲ γυναικὸς ἀδουλώτου ἐπὶ κῦμα
καὶ θεσμοὺς θήσει λαοῖς καὶ πάνθ' ὑποτάξει·
ἐν μακρῷ δὲ χρόνῳ ἑτέρῳ παραδώσεται
ὅς τε τριηκοσίων ἀριθμῶν κεραίην ἐπὶ πρώτην
ἕξει καὶ ποταμοῦ φίλον οὔνομα, ὅς τ' ἐπὶ
ἄρξει καὶ Βαβυλῶνα· βαλεῖ δορὶ δὴ τότε Μήδους.
εἶτα τριῶν τριῶν κεραίην ὅστις κλαχεν, ἄρξει.
δὶς δέκα δ' >ἔπειτ' ἄρξει, κεραίην ἐπὶ πρώτην
ἕξει ἄναξ· κεῖνος δὲ καθ' ὕστατον
ἵξεθ' ὅδωρ *ἄμπωτιν ὐπ' αὐσονίσιν*
πεντήκοντα δ' ὅτις κεραίην λάχε, κοίρανος
δεινὀς ὄφις φυσῶν πόλεμον βαρύν, ὅς ποτε
ἡς γενεῆς τανύσας ὀλέσει καὶ πάντα ταράξει
ἀθλεύων ἐλάων κτείνων καὶ μυρία τολμῶν·
καὶ τμήξει τὸ δικυμον ὄρος λύθρῳ τε
ἀλλ ἔσται καὶ ἄιστος ὁλοίιος· εἶτ' ἀνακάμψει
ἰσάζων θεῷ αὐτόν· ἐλέφξει δ' οὔ μιν ἐόντα.
τρεῖς δὲ μετ' αὐτὸν ἄνακτες ὑπ' ἀλλήλων
εἶτά τις εὐσεβέων ὀλετὴρ ἥξει μέγας ἀνδρῶν,
ἑπτάκις ὅς δεκάτην κεραίην δείκνυσι πρόδηλον.
τοῦ δέ. τριηκοσίης κεραίης ὅ τι πρῶτον,
παῖς κράτος ἐξαφελεῖ, μετὰ δ' αὐτὸν κοίρανος ἔσται
τετράδος ἐκ κεραίης, *τ' ἔφθος μόρος*, αὐτὰρ ἔπειτα
πεντήκοντ' ἀριθμῶν γεραρὸς βροτός. αὐτὰρ ἐπ' αὐτῷ,
ὅστε τριηκοσίης κεραίης λάχεν ἔντυπον
Κελτὸς ορειοβάτης, σπεύδων δ΄ ἐπὶ δῆριν
μοῖραν ἀεικελίην οὐ φεύξεται, ἀλλὰ καμεῖται·