Ancient Greek · ~50 min
XII.
Oracula Sibyllina, Oracula XII..1
Not analysed yet
Ἀλλ᾿ ἄγε μοι στονόεντα χρόνον κλύε Λατινιδάων· ἠ τοι μὲν πρώτιστα μετ᾿ ὀλλυμένους βασιλῆας Αἰγύπτου, τοὺς πάντας ἴση κατὰ γαῖα φέρεσκεν, καὶ μετὰ τὸν Πέλλης πολιήτορα, ᾡ ὓπο πᾶσα ἀντολίη βεβόλητο καὶ ἑσπερίη πολύολβος, ὃν Βαβυλὼν ἤλεγξε, νέκυν δ᾿ ὤρεξε Φιλίππῳ, οὐ Διός, οὐκ Ἄμμωνος ἀληθέα φημιχθέντα, καὶ μετὰ τὸν γενεῆς τε καὶ αἵματος Ἀσσαράκοιο, ὃς μόλεν ἐκ Τροίης, ὅστις πυρὸς ἔσχισεν ὁρμήν, πολλοὺς δ᾿ αὖ μετ᾿ ἄνακτας, ἀρηιφίλους μετὰ φῶτας, καὶ μετὰ νηπιάχους, θηρὸς τέκνα μηλοφάγοιο, καὶ μετὰ τὰς ἐτέων ἑκατοντάδας ἓξ διαβῆναι καὶ δισσὰς δεκάδας Ῥώμης δικτάτορος οὔσης, ἔσσετ᾿ ἄναξ πρώτιστος ἀφ᾿ ἑσπερίοιο θαλάσσης Ῥώμην κοιρανέων μεγάλ᾿ ἄλκιμος ἠδὲ μαχητής, ἀρχὴν στοιχείων ὅστις λάχε καὶ σὲ πεδήσας Ἄρεος ἀνδροφόνοιο παγήσεται, ἀγλαόκαρπε· λώβην ἐκτίσεις, ἥν περ προέηκας ἑκοῦσα· αὐτὸς γὰρ μεγάθυμος ἀριστεύσει πολέμοισιν· ὃν Θρῄκη πτήξει καὶ Σικελίη, μετὰ Μέμφις, Μέμφις πρηνιχθεῖσα δι᾿ ἡγεμόνων κακότητα ἠδὲ γυναικὸς ἀδουλεύτου ὑπὸ δουρὶ πεσούσης· καὶ θεσμοὺς θήσει λαοῖς καὶ πάνθ᾿ ὑποτάξει· κῦδος ἔχων κρατερὸν σκήπτρων ἐπὶ πουλὺ κρατήσει· οὐ γὰρ ὑπερθήσει ὀλίγον χρόνον οὐδέ ποτ᾿ ἄλλος σκηπτοῦχος βασιλεὺς τούτου πλέον, οὐ μίαν ὥρην, Ῥωμαίων, ὅτι πάντα θεὸς κατένευσ᾿ ἐπὶ τούτῳ· καὶ δὴ καὶ καιροὺς ἐπεδείξατο ἐν χθονὶ δίῃ θεσπεσίους μεγάλους, ἐπὶ δ᾿ αὐτοῖς σήματ᾿ ἔδειξεν. ἀλλ᾿ ὁπόταν ἀστὴρ πανείκελος ἠελίοιο λαμπρὸς ἀπ᾿ οὐρανόθεν προφανῇ ἐνὶ ἤμασι μέσσοις. καὶ τότε δὴ κρύφιος ἥξει λόγος Ὑψίστοιο σάρκα φέρων θνητοῖσιν ὁμοίιον· ἀλλὰ σὺν αὐτῷ αὐξήσει τὸ κράτος Ῥώμης κλεινῶν τε Λατίνων,] αὐτὸς δ᾿ αὖθ’ ὁ μέγας βασιλεὺς ἰδίης ὑπὸ μοίρης κατθάνεται παραδοὺς ἑτέρῳ βασιλήιον ἀρχήν. καί τις δ᾿ αὖ μετὰ τοῦτον ἀνήρ, κρατερὸς αἰχμητής, ἄρξει πορφυρέην λώπην ἀμφειμένος ὤμοις, ὅς τε τριηκοσίων ἀριθμῶν κεραίην ἐπὶ πρώτην ἐξολέσει Μήδους καὶ ἰοβόλους ἅμα Πάρθους· αὐτὸς δ᾿ ὑψίπυλον καθελεῖ πόλιν ἐν κράτεϊ ᾧ· καὶ πόλει Αἰυύπτου κακὸν ἔσσεται Ἀσσυρίοις τε Κόλχοις Ἡνιόχοις καὶ τοῖς παρὰ χεύμασι Ῥήνου Γερμανοῖς ναίουσιν ὑπὲρ ψαμαθώδεας ἀκτάς. αὐτὸς πορθήσει καὶ ὑψίπυλον μετόπισθεν ἐγγύθεν Ἠριδανοῖο πόλιν κακὰ μητιόωσαν. καὶ τότε δὴ πέσεται πληγεὶς αἴθωνι σιδήρῳ. ἄρξει δ᾿ αὐ μετέπειτ᾿ ἄλλος δολιοπλόκος ἀνήρ, τῶν τρισσῶν ἀριθμῶν ὅστις λάχεν, οὔνομα δ᾿ αὐτοῦ δηλώσει κεραίη· χρυσὸν δὲ πολὺν συναθροίσει· κοὐκ ἔσται πλούτου πολλοῦ κόρος, ἀλλά τ΄ ἀναιδῶς πλείονα συλήσας θήσει κατὰ γαῖαν ἄπαντα. εἰρήνη δ᾿ ἔσται, πολέμων δ’ ἀναπαύσεται Ἄρης. πολλὰ δὲ δηλήσει ἐπὶ μαντοσύνῃσι μέγιστον πειθόμενος, βιότου ζωῆς χάριν· αὐτὰρ ἐπ᾿ αὐτῷ ἔσται σῆμα μέγιστον· ἀπ᾿ οὐρανοῦ αἱματόεσσαι ῥεύσουσιν ψεκάδες καὶ] ἀπολλυμένου βασιλῆος. πολλὰ δὲ ποιήσει ἄνομα, περὶ δ᾿ αὐχένα θήσει ἄλγεα Ῥωμαίοις ἐπὶ μαντοσύναισι πεποιθώς· συγκλήτου δ᾿ ὀλέσει κεφαλάς. λιμὸς δὲ καθέζει Καμπανοὺς Θρᾷκάς τε Μακηδόνας Ἰταλιήτας· μούνη δ᾿ Αἴγυπτος θρέψει πολυπληθέα φῦλα. παρθενικὴν δὲ κόρην μυστήριον ἐξαπατήσας αὐτὸς ἄναξ ὀλέσει δολίως· τὴν δ’ αὖ πολιῆται ἀχνύμενοι θάψουσι· χόλον δ’ ἐπ᾿ ἀνάκτορι πάντες κατθέμενοι δολίως τοῦτον διαλωβάσονται. ἀνθούσῃ κρατερὸς Ῥώμῃ κρατεροῖσιν ολεῖται. δὶς δεκάτου δ᾿ ἀριθμοῦ ἄρξει πάλι κοίρανος ἄλλος· καὶ τότε Σαυρομάταις πόλεμοι καὶ κήδεα λυγρά ἥξει καὶ Θρᾳξὶν καὶ ἀκοντισταῖσι Τριβαλλοῖς· καὶ πάντας Ῥωμαῖος Ἄρης διαδηλήσηται. σημεῖον δ᾿ ἔσται φοβερὸν τούτου κρατέοντος Ἰταλικῶν γαίης καὶ Παννονίων· περὶ δ᾿ αὐτάς νὺξ ἔσται σκοτόεσσα μέσῃ ἐνὶ ἤματος ὥρῃ καὶ λάινος ὑετὸς ἀπ᾿ οὐρανοῦ· αὐτὰρ ἔπειτα κοίρανος ἴφθιμός τε δικασπόλος Ἰταλιήων βήσεται εἰν Ἀίδαο δόμοις ἰδίης ὑπὸ μοίρης. πεντήκοντ᾿ ἀριθμῶν πάλιν ἄλλος ἐλεύσεται ἀνήρ δεινὸς καὶ φοβερός· πολλοὺς δ’ αὐτὸς ἀπολέσσει ἐκ πασῶν πόλεων ὄλβῳ γεrαῶτας ἀρίστους δεινὸς ὄφις φύσεως ὁ βραχὺς λόγος, ὅς ποτε χεῖρας ἡγεμόνας τανύσει καὶ ὀλεῖ καὶ πολλὰ τελέσσει ἀθλεύων ἐλάων κετείνων καὶ μυρία τολμῶν· καὶ τμήξει τὸ δίκυμον ὄρος, λύθρῳ δὲ παλάξει. ἀλλ᾿ ἔσται καὶ ἄιστος ὀλοίιος Ἰταλίδαισιν ἐσάζων θεῷ αὐτόν, ἐλέγξει δῆμον ἑκόντα· εἰρήνη δ᾿ ἔσται βαθεῖα τούτου κρατέοντος. καὶ τρόμοι ἀνθρώπων· ὑπὸ Αὐσονίοισι δ᾿ ἀίξας εἶξεν ὕδωρ ἄτοπον ἀπ᾿ Ὠκεανοῖο ῥοάων·] ἀμφί ἑ παπταίνων θήσει δ᾿ ἀθλεύματα λαοῖς πολλὰ μάλ᾿ ἠδ᾿ αὐτὸς ἐναγώνιος ἀθλεύσειεν φωνῇ καὶ κιθάρῃ, νευρῇ μέλπων ἅμ ἀοιδήν· ὕστερον αὐ φύγεται λείψας βασιλήιον ἀρχήν, ὀλλύμενος δὲ κακῶς ἀποτίσεται, ὅσσα ἔοργεν. τὸν μέτα τρεῖς ἄρξουσιν, ἐπωνυμίῃσι λαχόντες ἑβδομήκοντ᾿ ἀριθμὸν δύο κοίρανοι, εἷς δ᾿ ἐπὶ τούτοις στοιχείου τριτάτου· καὶ ἐπ᾿ ἄλλυδις ἄλλος ὀλεῖται Ἀρηι κρατερῷ ὑπὸ στρατιῆς παλαμάων. εἶτά τις εὐσεβέων ηξει ὀλέτης μέγας ἀνδρῶν κοίρανος, ὀμβριμόθυμος ἀνήρ, ἐγχέσπαλος Ἄρης, ἑπτάκις ὃς δεκάτην κεραίην δείκνυσι πρόδηλον· Φοινίκην ὀλέσει καὶ Συρίαν ἐξολοθρεύσει· ἥξει καὶ ῥομφαία ἐπὶ Σολυμηίδα γαῖαν ἄχρις ἐπ΄ ἐσκατίας καμπῆς Τιβεριάδος ἅλμης. αἰαῖ, Φοινίκη, ὅσα τλήσεαι ἡ βαρυπενθής· *σφικτῇσι τροπαίησι*, καὶ πᾶν ἔθνος σε αἰσῖ, επ᾿ Ἀσσυρίους ἥξεις καὶ νήπια τέκνα ὄφει δουλεύοντα παρ᾿ ἀνδράσι δυσμενέεσσιν σύν τ᾿ ἀλόχοις καὶ παντὶ βίω̣, πλοῦτος δ᾿ ἀπολεῖται· όργὴ γάρ τε θεοῦ ἐπελεύσεται ἡ βαρυπενθής, ὅττι μιν οὐκ ἐφύλαξαν ἐὸν νόμον, ἀλλ’ ἐπὶ πᾶσιν εἰδώλοις ἐλάτρευσαν ἀεικελίῃς τέχνῃσιν. πολλοὶ δ᾿ αὐ πόλεμοί τε μάχαι τ᾿ ἀνδροκτασίαι τε λιμοὶ καὶ λοιμοὶ ἀκαταστασίαι τε πολήων. εἰς δὲ τὸ τέρμα βίου γεραρὸς βασιλεὺς · μεγάθυμος αὐτὸς ἀριστεύων πέσεται στρατιῆς ὑπ᾿ ἀνάγκης. ἄρξουσιν μετέπειτ᾿ ἄλλοι δύο φῶτες ἄνακτες στέργοντες μνήμην πατέρος μεγάλου βασιλῆος πολλὰ δὲ κυδιάοντες ἐν ἀγχιπάλοισι μαχηταῖς. ἔσται δ᾿ εἷς τούτων ἐσθλὸς καὶ κοίρανος ἀνήρ, τοὔνομα δὲ σχήσει τριακοσίων· ἀτὰρ οὑτος καππέσεται δολίως καὶ] ἐνὶ στρατιῇσι τανυσθείς, βληθεὶς δ᾿ ἐν δαπέδῳ Ῥώμης ἀμφήκεϊ χαλκῷ. καί τις δ᾿ αὐ μετὰ τοῦτον ἀνήρ, κρατερὸς αἰχμητής. τετράδος ἐκ κεραίης ἄρξει μεγάλης βασιλείης, ὃν πάντες στέρξουσι βροτοὶ κατ᾿ ἀπείρονα γαῖαν. καὶ τότε γ᾿ ἄμπαυσις πολέμου κατὰ κόσμον ἅπαντα ἔσται. ἀτὰρ τούτῳ κεν ἀφ’ ἑσπερίης μέχρις ἠοῦς πάντες δουλεύσουσιν ἑκούσιοι οὐδ᾿ ὑπ᾿ ἀνάγκης, καὶ πόλεις αὐτόματοι ὑποχείριοι ἠδ’ ὑπόδουλοι ἔσσονται. μάλα γάρ μιν ἐπ᾿ αὐτῷ κῦδος ἐποίσει οὐράνιος Σαβαώθ, θεὸς ἄφθιτος αἰθέρι ναίων. καὶ τότε Παννονίην καὶ Κελτίδα γαῖαν ἅπασαν μειώσει λιμὸς καὶ ἐπ᾿ ἀλλήλοισιν ὀλέσσει. ἔσσεται Ἀσσυρίοις, οὕσπερ παρακλύζει Ὀρόντης, κτίσματα καὶ κόσμος καὶ εἴ που τι* μεῖζον ὁρᾶται. καὶ τούτους βασιλεὺς στέρξει μέγας ἠδ᾿ ἀγαπήσει ἔξοχα τῶν ἄλλων πολιητῶν· ἀλλὰ μὲν αὐτός δέξεται ὠτειλὴν μεγάλην ἐν στήθεϊ μέσσῳ, εἰς τὸ τέλος βιότου δολίως ληφθεὶς ὑφ᾿ ἑταίρου εἴσω ἐνὶ ζαθέῳ μεγάλῳ βασιληίδος οἴκῳ καππέσεται τρωθείς· μετὰ δ᾿ αὐτὸν κοίρανος ἔσται πεντήκοντ’ ἀριθμῶν γεραρὸς βροτός, ὃς περὶ πάντα πολλοὺς ἐξολέσει Ῥώμης *ἀστούς τε ἀλλ᾿ ὀλιγαρχήσει· διὰ γὰρ πρότερον βασιλῆα βήσεται εἰν Ἀίδαο δόμοις τρωθεὶς μετόπισθεν. αὐτίκ᾿ ἔπειτ᾿ ἄλλος βασιλεὺς κρατερός τ᾿ αἰχμητής ὅς τε τριηκοσίων ἀριθμῶν λάχεν ἔντυπον ἀρχήν, ἄρξει καὶ Θρᾳκῶν γαίην πολυποίκιλον οὐσαν ἐκπέρσει καὶ τοὺς ἐπὶ ἔσχατα βάρβαρα Ῥήνου Γερμανοὺς ναίοντας ὀιστοβόλους τ᾿ Ἴβηρας. αὐτίκ᾿ Ἰουδαίοις κακὸν ἔσσεται ἄλλο μέγιστον, Φοινίκη δ ἐπὶ τοῖς πίεται φόνον ὀμβρήεντα· τείχη δ᾿ Ἀσσυρίων πέσεται πολλοῖς πολεμισταῖς. καὶ πάλιν ἐξολέσει τούτους θυμοφθόρος ἀνήρ. ἔσσονται δ᾿ ἤπειτα θεοῦ κρατέοντος ἀπειλαί, σεισμοὶ καὶ λιμοὶ μεγάλοι κατὰ γαῖαν ἅπασαν καὶ νιφετοὶ παρὰ καιρόν, ἀτὰρ μαλεροί τε κεραυνοί. καὶ τότε δὴ βασιλεὺς ὁ μέγας διὰ μῶλον Ἄρηος Κελτὸς ὀρειοβάτης σπεύδων ἔπὶ δῆριν ἀγῶνος μοῖραν ἀεικελίην οὐ φεύξεται, ἀλλὰ καμεῖται· ὂν κόνις ἀλλοτρίη κρύψει νέκυν, οὔνομα δ᾿ εἵη ἄνθεος οὔνομ᾿ ἔχουσα· μετ᾿ αὐτὸν δ᾿ ἄλλος ἀνάξει ἀργυρόκρανος ἀνήρ, τοῦ δ᾿ ἔσσεται οὔνομα πόντου, ἀρχὴν στοιχείου προφέρων, τετρασύλλαβος Ἄρης. οὑτος καὶ ναοὺς πόλεσιν πάσαις ἀναθήσει κόσμον ἐποπτεύων ἰδίῳ ποδί, δῶρα κομίζων, χρυσόν τ΄ ἤλεκτρόν τε πολὺν πολλοῖσι παρέξει· οὑτος καὶ μαγικῶν μυστήρια πάντα καθέξει ἐξ ἀδύτων· καὶ μὴν πολὺ φέρτερον ἀνθρώποισιν θήσει κοιρανέοντα . . . . . . . κεραυνός· εἰρήνη μακρὰ δὲ γενήσεται, ὁππόταν ἔσται αὑτος ἄναξ· ἔσται δὲ καὶ ἀγλαόφωνος ἀοιδός καὶ νομίμων μέτοχος θεμιστοπόλος τε δίκαιος· αὐτὸς δ᾿ αὖ πέσεται μοίρῃ ἰδίῃ καταλύσας. τὸν μέτα τρεῖς ἄρξουσιν, ὁ δὲ τρίτος ὀψὲ κρατήσει τρεῖς δεκάδας κατέχων· αὐτὰρ μονάδος πάλι πρώτης ἄλλος ἄναξ ἄρξει· μετὰ δ᾿ αὐτὸν κοίρανος ἄλλος ἐκ δεκάδων ἑπτά· τοῖς οὐνόματ' ἔσσεται ἐσθλά. αὐτοὶ δ' αὐτ᾿ ὀλέσουσι πολυστίκτους ἀνθρώπους, Βρεττανοὺς Μαύρους, μεγάλους Δάκας Ἄραβάς τε. ἀλλ᾿ ὁπόταν τούτων ὁ νεώτατος ἐξαπολεῖται, δὴ τότε Παρθίᾳ πάλιν ἐπελεύσεται Ἄρης δεινός, ὁ πρὶν τρώσας, καὶ εἰς τέλος ἐξαλαπάξει. καὶ τότε δ᾿ αὐτὸς ἄναξ πέσεται δολίου ὑπὸ θηρός γυμνάζων παλάμας· πρόφασις δ᾿ αὕτη θανάτοιο. τὸν μέτα γ᾿ ἄλλος ἀνὴρ ἄρξει σοφὰ πολλά τε εἰδώς τοὔνομ' ἔχων #x23D4; –πρώτου κρατεροῦ βασιλῆος ἐκ μονάδος πρώτης· ἔσται δ᾿ ἀγαθός τε μέγας τε· πολλὰ δ᾿ ἂν ἐκτελέσῃ κρατερὸς μεγάλοισι Λατίνοις μνήμης εἵνεκα πατρός· ἐς αὐτίκα τείχεα Ῥώμης κοσμήσει χρυσῷ τε καὶ ἀργύρῳ ἠδ᾿ ἐλέφαντι ἔν τ᾿ ἀγοραῖς ναοῖς τε μολὼν σὺν φωτὶ κραταιῶ. καί ποτε Ῥωμαίοισιν ἀνασταχυώσεται ἕλκος δεινότατον πολέμοις· χώρην δὲ μιν* ἐξαλαπάξει πᾶσαν Γερμανῶν, ὁπόταν μέγα σῆμα θεοῖο οὐρανόθεν προφανῇ καί τ᾿ ἄνδρας χαλκοκορυστάς τρυχομένους σώσειε δι᾿ εὐσεβίην βασιλῆος· αὐτῷ γὰρ θεὸς οὐράνιος μάλα πάνθ᾿ ὑπακούσει· εὐξαμένῳ βρέξει παρακαίριον ὄμβριον ὕδωρ. ἀλλ’ ὁπόταν δὴ ταῦτα τελειωθῇ ἅπερ εἶπον, καὶ τότε δὴ βασιλεία κλυτὴ μεγάλοιο ἄνακτος εὐσεβέος λείψει περιτελλομένοις ἐνιαυτοῖς· εἰς δὲ τὸ τέρμα βίου τὸν ἐὸν γόνον ἀμφαναδείξας εἰς βασίλει᾿ ἀνιόντα θανεῖτ᾿ ἴδίης ὑπὸ μοίρης ξανθῷ κοιρανέοντι λιπὼν βασιλήιον ἀρχήν, ὃς δεκάδων ἕξει δύο τοὔνομα, πατρὸς ἑοῖο ἐκ γενετῆς βασιλεὺς γεγαὼς διαδέξεται ἀρχήν. αὑτος ἀνὴρ ἕξει περισσοτέρῳ τε λογισμῷ πάντα, μάλα μεγάθυμον ὑπέρβιον Ἡρακλῆα ζηλώσει καὶ ὅπλοισιν ἀριστεύσει κρατεροῖσιν ἔν τε κυνηγεσίαισι καὶ ἱππείαισι μέγιστον κῦδος ἔχων σφαλερῶς δὲ βιώσεται οἰόθεν οἶος. σῆμα δὲ τοι ἔστιν φοβερὸν τούτου κρατέοντος· έν δαπέδῳ Ῥώμης ἔσται νεφέλη ὀμίχλη τε, ὡς ἕτερον μὴ ὁρᾶν μερόπων τὸν πλησίον αὐτοῦ. καὶ τότε δὴ πόλεμοί τε ὁμοῦ καὶ κήδεα λυγρά, ὁππόταν αὐτὸς ἄναξ ἐρωτομανής, ὁ μεμηνώς ἥξει ἐπαισχύνων τὸ ἐὸν γένος ἐν λεχέεσσιν αὐσχρὸς ἀβουλεύτοις ἐπ᾿ οὐχ ὁσίοις ὑμεναίοις. δὴ τότε χηροσύνῃ κρυφθεὶς μέγας οὔλιος ἀνήρ μῆνιν ὑποσχόμενος *κακὰ χώσεται* ἐν ἀνὴρ ἀνδροφόνος δολίαις μοίραισι πεδηθείς. ἴσθι τότε Ῥώμης ὀλοὸν χρόνον ἐγγὺς ἐόντα ζήλου κοιρανίης ἕνεκεν· πολλοὶ δ᾿ ἀπολοῦνται Παλλαδίοισι δόμοισιν ὑπ᾿ Ἄρηος παλαμάων. καὶ τότε χηρεύσει Ῥώμη καὶ πάντ᾿ ἀποτίσει, ὅσσα πάρος μούνη πολέμοις πολλοῖσιν ἔδρασεν. κλαίει μοι κραδίη, κλαίει δέ μοι ἔνδοθεν ἠτορ· ἐξότε γὰρ πρῶτος βασιλεύς, ὑψαύχενε Ῥώμη, εἶς νόμον ἐσθλὸν ἔθηκεν ἐπιχθονίοις ἀνθρώποις καὶ λόγος ἀθανάτου μεγάλου θεοῦ ἤλυθεν ἐς γῆν,] ἐννεακαιδεκάτης βασιληίδος ἄχρι τελευτῆς δὶς ἑκατὸν δὶς εἴκοσι δὶς δύο πληρωθείη πρὸς τοῖς ἓξ μησὶν ἐτέων χρόνος· εἶτα γενέθλην χήρην εἰκοστὸς βασιλεύς, ὅτε σοῖσι μελάθροις φασγάνῳ αἷμα χέῃ βεβολημένος ὀξέι χαλκῷ, ὀγδοήκοντ᾿ *ἀριθμὸν ἔτεος* στοιχεῖον ὃ δηλοῖ οὔνομα καὶ βαρὺ γῆρας ἔχων· χήρην δὲ ποιήσει εἰν ὀλίγῳ καιρῷ, ὁπόταν πολλοὶ πολεμισταί πολλοὶ πρηνισμοί τε φόνοι τ᾿ ἀνδροκτασίαι τε . οὐλόμεναί τ᾿ ἴριδες καὶ ὀιζύες εἵνεκα νίκης κοιρανίης, πολλοί τ᾿ ἐπιμὶξ ἐπιμὶξ τε καὶ ἄνδρες ἐν δαπέδῳ πολέμοισι δαϊζόμενοι πεσέονται. καὶ τότε δ᾿ ἄλλος ἀνὴρ ἥξει δεκάτου ἀριθμοῖο οὐνόματος σημεῖον ἔχων καὶ πολλὰ ποιήσει ἄλγεα καὶ στοναχάς, πολλοὺς δέ τοι ἐξαλαπάξει· ὠκύμορος δ᾿ αὐτὸς πάλιν ἔσσεται ἠδὲ πεσεῖται Ἄρηι κρατερῷ βληθεὶς αἴθωνι σιδήρῳ. ἄλλος πεντήκοντ᾿ ἀριθμῶν ἥξει πολεμιστής κοιρανίης ἕνεκεν ἀπ᾿ ἀντολίης ἐπεγερθείς· μέχρι δὲ καὶ Θρῄκης ἥξει πολεμήιος Ἄρης· καὶ φύγεται μετέπειτα καὶ εἰς Βιθυνῶν πέδον ἥξει καὶ Κιλίκων δάπεδον· ταχὺ δ᾿ αὐτὸν χάλκεος Ἄρης Ἀσσυρίοις πεδίοις θυμοφθόρος ἐξαλαπάξει. καὶ τότε κρατῆσαι* δολίως ἐπιτήδεια εἰδώς ἀνὴρ ποικιλόμητις αφ᾿ ἑσπερίης ἐπεγερθείς, οὔνομα δὲ σχήσει διακοσίων ἀριθμοῖο σημεῖον· πολὺ μᾶλλον ὑπὲρ βασιληίδος ἀρχῆς συστήσει πόλεμον, κατ᾿ Ἀσσυρίων ἀνθρώπων συλλέξας πᾶσαν στρατιήν, καὶ πάντ᾿ ὑποτάξει. Ῥωμαίοις δ᾿ ἄρξει τὸ μέγα κράτος· ἐν φρεσὶ δ᾿ αὐτοῦ πολλὴ μηχανίη, ὀλοόφρονος Ἄρεος ὀργή· δεινὸς ὄφις πόλεμόν τε βαρύς, ὃς πάντας ὀλέσσει ὑψηλοὺς γεγαῶτας ἐπιχθονίους ἀνθρώπους, ἐσθλοὺς δὲ κτείνας πλούτου χάριν, οἷά τε ἀστήρ, συλήσας χθόνα πᾶσαν ἀπολλυμένων ἀνθρώπων, θήσει ἐπ᾿ ἀντολίην· καὶ πᾶς δόλος ἔσσεται αὐτοῖς. ἔνθ᾿ ὅτε νηπίαχος Καῖσαρ σὺν τῷ βασιλεύσῃ τοὔνομ᾿ ἔχων βριαροῖο Μακηδονίοιο ἄνακτος στοιχείου ἀρχομένου· περὶ δ' αὐτοῦ μῶλος ἀπάξας* ἐκρύγεται δόλον αἰπὺν ἐπερχομένου βασιλῆος ἐν κόλποις στρατιῆς· ὁ δὲ βαρβαρικοῖσιν ἐθισμοῖς ἄρχων ἐξαπίνης, ὁ νεωκόρος, εξαπολεῖται Ἄρηι κρατερῷ δμηθεὶς αἴθωνι σιδήρῳ· τὸν καὶ τεθνηῶτα λαὸς διαδηλήσηται. καὶ τότε δὴ βασιλεῖς Περσῶν ἐπαναστήσονται κ . . . . . . . . Ῥωμαῖος Ἄρης Ῥωμαῖον ἄνακτα. καὶ Φρυγίη σεισμοῖσι πολυμῆλη στοναχήσει. αἰαῖ λαοδίκεια, αἰαῖ Ἱεράπολι τλήμων· ὑμᾶς γὰρ πρώτας ποτ᾿ ἐδέξατο γαῖα χανοῦσα. Ρώμης . . . . . . . πελώρια Αὐσ . . . . . . . . πάνθ᾿ ὅσα . . . . . . . οἰμώζει . . . . . . . ἀπολλυμένων ἀνθρώπων Ἄρεος ἐν παλάμῃσι· κακὴ δέ σοι ἔσσεται αἶσα ἀνδρῶν· αὐτὰρ <ἔπει>τα καὶ ἀντολίης δι᾿ ὁδοῖο σπεύδων Ἰταλίην κατιδεῖν αἴθωνι σιδήρῳ γυμνωθεὶς πέσε<ται> διὰ μητέρα ὧραι γὰρ πάντα . . . . . . . . . . τάρτη* δ᾿ ἄλλο καθέξει *αἰθομένου . . . . . . . *τὸ δ᾿ οὐχ ἅμα πάντες ἴσασιν· οὐ γὰρ πάντων πάντα· μόνοι δ᾿ ἐπὶ τέρψιν ἔσονται, οἳ θεὸν ἀσκήσουσι καὶ εἰδώλων ἐλάθοντο. νῦν δέ, ἄναξ κόσμου, βασιλεῦ πάσης βασιλείας ἄψευστ᾿ ἀθάνατε —σὺ γὰρ εἰς ἐμὸν ἠτορ ἔθηκας αὐδὴν ἀμβροσίην —παῦσον λόγον· οὐδὲ γὰρ οἶδα, αἷα λέγω· σὺ γὰρ εἶ έν ἐμοὶ ὁ τὰ πάντ’ ἀγορεύων. βαιὸν δ᾿ ἄμπαυσόν με καὶ ἱμερόεσσαν ἀοιδήν κάτθες ἐμῆς κραδίης· κέκμηκε γὰρ ἔνδοθεν ἦτορ θεσπεσίων ἐπέων, προλέγον βασιληίδας ἀρχάς.