Ancient Greek · ~52 min
XI.
Oracula Sibyllina, Oracula XI..1
Not analysed yet
Κόσμε πολυσπερέων ἀνδρῶν καὶ τείχεα μακρά καὶ πόλιες ἄπλητοι ἰδ᾿ ἔθνεα μυριόεντα ἀντολίης δύσεως τε μεσημβρίης τε καὶ ἄρκτου παντοδαπαῖς φωναῖς μεμερισμένα καὶ βασιλείαις· *ἀλλ᾿ ἅπερ ὑμῶν* μέλλω τὰ κάκιστ᾿ ἀγορεύειν. ἐξ οὗ γὰρ κατακλυσμὸς ἐπὶ προτέρους γένετ᾿ ἄνδρας καὶ γενεὴν *πενίην* ἐξώλεσεν ὕδασι αὐτὸς ὁ παντοκράτωρ, ἕτερον δὲ γένος πόρεν ἄλλο ἀκαμάτων ἀνδρῶν· οἳ οὐρανῷ ἀντιφέροντες πύργον δωμήσαντ᾿ ἐς ἀθέσφατον ὕψος· ἀπ᾿ ἄλλων γλῶσσαι δ᾿ αὖτ᾿ ἐλύΠησαν· ἐπ᾿ αὐτοὺς δ᾿ ἤλυθεν ὀργή ὑψίστοιο θεοῦ βεβολημένη, κἄπεσε πύργος ἄσπετος· οἳ δὲ κακὴν γὰρ ἐπ᾿ ἀλλήλους ἔριν δὴ τότε καὶ δεκάτη γενεὴ μερόπων ἀνθρώπων, ἐξ οὗ ταῦτ᾿ ἐγένοντο· μερίζετο γαῖα δ᾿ ἅπασα ἀλλοδαπῶν ἀνδρῶν καὶ παντοδαπῶν διαλέκτων, ὧν ἀριθμοὺς λέξω καὶ ἀκροστιχίοις ὀνομήνω γράμματος ἀρχομένου καὶ τοὔνομα δηλώσαιμι. πρώτη δ᾿ Αἴγυπτος βασιληίδα δέξεται ἀρχήν ἔξοχον ἠδὲ δίκαιον· ἔπειτα δὲ φῶτες ἐν αὐτῇ πολλοὶ ἐπάρξουσιν βουληφόροι· αὐτὰρ ἔπειτα ἄρξει δεινὸς ἀνὴρ κρατερώτερος ἀγχιμαχητής· οὔνομα δὲ σχήσει τοῦ ἀκροστιχίου τὸ γράμμα, Φάσγανα δ᾿ ἐκτανύσειε κατ’ εὐσεβέων ἀνθρώπων. *σῆμα δ᾿ ἔσται ἐκείνῳ* μέγα τούτου γαίῃ ἐν Αἰγύπτῳ, ἥτις μέγα κυδαίνουσα ὀλλυμένας ψυχὰς λιμῷ τότε σιτοδοτήσει· ἀντολίην θρέψει ἠδ᾿ Ἀσσυρίων γένος ἀνδρῶν αὑτὸς δεσμώτης ὁ δικασπόλος· οὔνομα δ᾿ αὐτοῦ *ἴσθιν . . . . *μέτρου δεκάτου ἀριθμοῖο. ἀλλ᾿ ὁπόταν δεκάπληγος ἀπ’ οὐρανοῦ αἰγλήεντος ἥξει ἐπ᾿ Αἴγυπτον, τότε σοι πάλι ταῦτα βοήσω. αἰαῖ σοι, Μέμφι, αἰαῖ μεγάλη βασιλείη· *ἐξολέσειε λαόν σου πολὺν* Ἐρυθραία ἔνθ᾿ ὁπόταν λείψωσι *πέδον πολύκαρπον* λαὸς ὁ δωδεκάφυλος ἀπ᾿ ἀθανάτοιο κελευσθείς, καὶ νόμον αὐτὸς ἄναξ δώσει θεὸς ἀνθρώποισιν. Ἑβραίοις δ᾿ ἄρ᾿ ἔπειτα μέγας βασιλεὺς μεγάθυμος ἄρξει, ἀπ᾿ Αἰγύπτου ψαμαθώδεος οὔνομ᾿ ἔχων τι<ς> ψευδόπατρις Θηβαῖος ἀνήρ· Μέμφιν δ᾿ ἀγαπήσει δεινὸς ὄφις, καὶ πολλὰ *φυλάξεται* ἐν πολέμοισιν. δωδεκάτης δεκάδος περιτελλομένης βασιλείας ἕπτ᾿ ἐπὶ καὶ δεκάτης ἐτέων ἑκατοντάδος, ἄλλων πέντ᾿ ἐπιλειπομένων, τότε δὴ Περδηίδος ἀρχή. καὶ τότ᾿ Ἰουδαίοις σκότος ἔσσεται οὐδὲ φυγοῦνται λιμὸν καὶ λοιμὸν δυσανáσχετον ἤματι κείνῳ. ἀλλ᾿ ὁπόταν ἄρξῃ Πέρσης καὶ σκῆπτρα προλείψῃ *υἱὸς υἱωνοῖο* περιτελλομένων ἐνιαυτῶν ἐς μούνας πέντε τετράδας *δεκατεύσει δὲ ταύτας ἐννεάδας τελέθεὶς ἑκατὸν* καὶ πάντ᾿ ἀποτίσεις· καὶ τότ᾿ ἔσῃ, Περσηΐ; λάτρις Μήδοισι δοθεῖσα, πληγαῖς ὀλλυμένη διά [τε] κρατερὰς ὑσμίνας. αὐτίκα δή Πέρσαισι καὶ Ἀσσυρίοις κακὸν ἔσται πάσῃ τ᾿ Αἰγύπτῳ, Λιβύῃ τ᾿ ἠδ᾿ Αἰθιόπεσσιν Καρσί τε Παμφύλοισιν ἰδ᾿ ἄλλοις πᾶσι βροτοῖσιν. καὶ τότε υἱωνοῖς δώσει βασιλήιον ἀρχήν, οὃ πάλι πορθήσουσι γένη πολλοῖσι λαφύροις γαῖαν ἀφαρπάζοντεc ὅλην μὴ συμπαθέντες. αἴλινα θρηνήσουσι λυγροὶ παρὰ Τίγριδι Πέρσαι. Αἴγυπτος δάκρυσιν πολλὴν Μόνα ἀρδεύσειεν. καὶ τότε σοι, Μηδεία γαίη, κακὰ πολλὰ ποιήσει Ἰνδογενὴς πολύολβος ⏑—,ἄχρι πάντ᾿ ἀποτίσεις, ὅσσα πάρος πεποίηκας ἀναιδέα θυμὸν ἔχουσα. αἰαῖ σοι, Μήδειον ἔθνος, μετέπειτα λατρεύσεις ἀνδράσιν Αἰθιόπεσσιν ὑπὲρ Μεροηίδα χώραν· ἕπτ᾿ ἐπὶ τοῖς προσθεῖσ᾿ ἑκατὸν λυκάβαντας ἀπ᾿ ἀρχῆς πληρώσεις, δύστηνε, χ᾿ ὑπὸ ζυγὸν αὐχένα θήσεις. καὶ τότε κυανόχρως πολιοπλόκαμος μεγάθυμος Ινδὸς ἄναξ μετέπειτα γενήσεται, ὃς κακὰ πολλά θήσει ἐπ᾿ ἀντολίης διὰ κρατερὰς ὑσμίνας· καὶ σέ γε λωβήσει μᾶλλον παρὰ πάντας ὀλέσσει. ἀλλ᾿ ὅταν *εἰκοστὸν ἔτος καὶ* δέκατον ἕπτ᾿ ἐπὶ καὶ δέκατον, τότε δὴ βασιληίου ἀρχῆς πᾶν ἔθνος οἰστρήσει καὶ ἐλευθερίην ἀναδείξει λείψας δούλιον *αἷμ᾿* ἐπὶ τρεῖς ἀλλὰ πάλιν ἥξει καὶ ὑπὸ ζυγὸν αὐχένα θήσει πᾶν ἔθνος ἀνθρώπων κρατερῷ πάλιν, ᾗ πάρος ἦεν δουλεῦον βασιλεῖ, καὶ ἑκουσίως ὑποτάξει. ἔσσεται εἰρήνη μεγάλη κατὰ κόσμον ἅπαντα. καὶ τότε δ᾿ Ἀσσυρίοις βασιλεὺς μέγας ἔσσεται ἀνήρ, ἄρξει καὶ πάντας πείσει καταθύμια βάζειν, ἅσσα θεὸς νομίμως διετάξατο· καὶ τότε τοῦτον φρίξουσιν πάντες βασιλεῖς κομόωντες ἀκωκαῖς δειμαλέοι καὶ ἄναυδοι, ὑπερμενέες τ᾿ ἐρατωποί τούτῳ δουλεύσουσι θεοῦ μεγάλου διὰ βουλάς. πείσει γὰρ τὰ ἅπαντα λόγῳ καὶ πάνθ᾿ ὑποτάξει καὶ ναὸν μεγάλοιο θεοῦ καὶ βωμὸν ἐραννόν αὐτὸς δωμήσει κρατερῶς, εἴδωλα δὲ ῥίψει· φῦλα δὲ καὶ γενεὴν πατέρων καὶ νήπια τέκνα εἰς ἓς συγκομίσας οἰκήτορας ἀμφιβαλεῖται· οὔνομα δὲ σχήσειε διακοσίων ἀριθμοῖο, ὀκτωκαιδεκάτης γραμμῆς σημήια δείξει. ἀλλ’ ὁπόταν δεκάσιν περιτελλομένῃσι κρατήσῃ ταῖς δύο καὶ πρὸς πέντ’, ἐλθὼν ἐπὶ τέρμα χρόνοιο. ἔσσονται δὲ τόσοι βασιλεῖς, ὅσα φῦλα τὰ θνητῶν. ὅσσαι φῆτραι, ὅσαι δὲ πόλεις, ὅσσαι δέ τε νῆσοι, ἤπειροι μακάρων ἠδ᾿ ἀγλαόκαρποι ἄρουραι. εἷς ἔσται δὲ μέγας τούτων βασιλεὺς ἀγὸς ἀνδρῶν· εἴξουσιν δ᾿ αὐτῷ πολλοὶ βασιλεῖς μεγάθυμοι, καὶ τούτῳ παισίν τε καὶ υἱωνοῖς πολυόλβοις δώσουσιν μοίρας βασιληίδος εἵνεκεν ἀρχῆς ἐς δεκάδας δεκάδων ὀκτώ, μονάδας <τ᾿> ἓξ ἐτέων· ἄρξει καὶ ἐς ὕστατον ἀντειλοῦσιν. ἡνίκα θὴρ βριαρὸς δ᾿ ἥξει σὺν Ἄρνι κραταιῷ. καὶ τότε σοι, βασίλισσα γαίη, χόλος ἐξαναφύσει. αἰαῖ σοι, Περσὶς γῆ, ὅσσ᾿ ἐκχύματα δέξῃ αἵματος ἀνδρομέου, ὁπόταν ἥξει σοι ἐκεῖνος ὀμβριμόθυμος ἀνήρ· τότε τοι πάλι ταῦτα βοήσω. ἀλλ᾿ ὅταν Ἰταλίη προφύῃ μέγα θαῦμα βροτοῖσιν. νηπιάχων μινύρισμα ἀκηρασίῃ παρὰ πηγῇ, ἄντρω ἐπὶ σκιερῷ θηρὸς τέκνα μηλοφάγοιο, οἵτινες ἀνδρωθέντες ἐφ’ ἑπτὰ λόφοισι κραταιοῖς πολλοὺς πρηνίξουσιν ἀναιδέα θυμὸν ἔχοντας, ἀμφότεροι ἀριθμῶν ἑκατόν, οἷς οὔνομα δείξει σῆμα μέγ᾿ ἐσσομένων· καὶ ἑπτὰ λόφοισι δὲ τείχη καρτερὰ δωμήσουσι καὶ ἀμφ᾿ αὐτοῖς βαρὺν Ἄρη στήσουσιν. τότε δ’ αὖέ ἔσται ἐπανάστασις ἀνδρῶν φυομένη περὶ σέ, μεγάλη καλλίσταχυ γαῖα, Αἴγυπτε μεγάθυμε· ἀτὰρ πάλι ταῦτα βοήσω. *πρὸς ἐπὶ —πληγὴν* μεγάλην οἴκοις καὶ πάλι σοι ἰδίων ἔσται ἐπανάστασις ἀνδρῶν. ἄρτι δέ σε, τλῆμον Φρυγίη, κατοδύρομαι οἰκτρῶς· ἥξει γάρ σοι ἅλωσις ἀφ᾿ Ἑλλάδος ἰπποδάμοιο καὶ πόλεμος δεινός τε] διὰ κρατερὰς ὑσμίνας. —Ἴλιον, οἰκτείρω σε· ἀπὸ Σπάρτης γὰρ Ἐριννύς ἥξει σοῖς μελάθροις ὀλοῷ κεκερασμένη ἄστρῳ· σοὶ δὲ μάλιστα πόνους μόχθους στοναχάς τε γόους τε θήσει, ἐπὰν ἄρξωσι μάχην εὖ εἰδότες ἄνδρες, ἥρωες Ἑλλήνων ἀρηιφίλων ὄχ᾿ ἄριστοι. τούτων δ᾿ εἷς ἔσται βασιλεύς, κρατερὸς αἰχμητής· ἀμφὶ κασιγνήτῳ μετελεύσεται ἔργα κάκιστα. αὐτοὶ δ᾿ αὖέ ὀλέσουσι Φρυγῶν κλυτὰ τείχεα Τροίης· ἡνίκα δὶς πέντε περιτελλομένων ἐνιαυτῶν πληρώσει πολέμοιο μιαιφόνα ἔργα Κρονίων, αἰφνίδιος δὲ βροτοὺς ξύλινος δόμος ἀμφικαλύψει. καὶ τοῦτον δέξῃ ἐπὶ γούνασιν οὐχὶ νοοῦσα ἔγκυον Ἑλλήνων λόχον ἔμμεναι, ἡ βαρυπενθής· αἰαῖ, *ἐν νυκτὶ μιᾷ* πόσους ὑποδέξεται ἠδὲ λάφυρα πόσα πολυδακρύτοιο γέροντος *ἄξει*· ἀγήρατον δ᾿ ἔσται κλέος ἐσσομένοισιν. τοὔνομα δὲ σχήσει βασιλεὺς μέγας ἐκ Διὸς ἀνήρ στοιχείου ἀρχομένου· ὃς ἐπεὶ νόστου τετύχῃσι, δὴ τότε καὶ πέσεται δολίης ἐν χειρὶ γυναικός. —ἄρξει δ᾿ ἐκ γενεῆς τε καὶ αἵματος Ἀσσαράκοιο παῖς κλυτὸς ἡρώων, κρατερὸς καὶ ἄλκιμος ἀνήρ. ἥξει δ᾿ ἐκ Τροίης μεγάλῳ πυρὶ δῃωθείσης φεύγων ἐκ πάτρης φοβερὸν διὰ μῶλον Ἄρηος· βαστάζων ὤμοισιν ἑὸν πρέσβυν γενετῆρα, υἱὸν δ᾿ ἐν παλάμῃ κατέχων μόνον, εὐσεβὲς ἔργον ῥέξει, παπταίνων ὅστις πυρὸς ἔσχισεν ὁρμήν αἰθομένης Τροίης,] καὶ ἐπειγόμενος δι᾿ ὁμίλου δειμαίνων περάσει γαῖαν φοβερήν τε θάλασσαν. οὔνομα δὲ σχήσει τὸ τρισύλλαβον, οὐ γὰρ ἄσημον στοιχεῖον ἀρχόμενον δηλοῖ τὸν ὑπέρτατον ἄνδρα. καὶ τότ᾿ ἀναστήσειε πόλιν κρατερήν τε Λατίνων. πέντ᾿ ἐπὶ <καὶ> δεκάτῳ ἔτεϊ ἐπὶ βένθεσιν ὕδασιν ὀλλύμενος σχήσει θανάτοιο τελευτήν. ἀλλά μιν οὐδὲ θανόντ᾿ ἐπιλήσεται ἔθνεα φωτῶν· ἄρξει γὰρ γενεὴ τούτου μετόπισθεν ἁπάντων ἄχρις ἐπ᾿ Εὐφράτου Τίγριος ποταμῶν ἀνὰ μέσσον χώρης Ἀσσυρίων ὅππη μηκύνετο Πάρθος. ἔσσεται ἐσσομένοις, ὁπόταν τάδε πάντα γένηται. καί τις πρέσβυς ἀνὴρ σοφὸς ἔσσεται αὐτις ἀοιδός, ὃν πἀντες καλέουσι σοφώτατον ἐν μεροπεσσιν, οὑ κόσμος πραπίδεσσιν ὅλος παιδεύσεται ἐσθλαῖς· γράψει γὰρ κεφάλαια *⏔—δύναμίν τ’ ἐπίνοιαν*. καί τε σαφῶς γράψει μάλ᾿ ἀθέσφατα ἄλλοτε ἄλλη τοῖσιν ἐμοῖσι λόγοις μέτροις ἐπέεσσι κρατήσας· αὐτὸς γὰρ πρώτιστος ἐμὰς βίβλους ἀναπλώσει καὶ κρύψει μετὰ ταῦτα καὶ ἀνδράσιν οὐκέτι δείξει ἐς τέλος οὐλομένου θανάτου, βιότοιο τελευτῆς. ἀλλ᾿ ὁπόταν δὴ ταῦτα τελειωθῇ, ἅπερ εἶπον, Ἕλληνες πάλιν αὖτις ἐπ᾿ ἀλλήλους μαχέονται· Ἀσσύριοι Ἄραβές τε φαρετροφόροι τ᾿ ἔτι Μῆδοι Πέρσαι καὶ Σικελοὶ Λυδοί τ’ ἐπαναστήσονται, Θρῇκες Βιθυνοί τε καὶ οἳ παρὰ ῥεύμασι Νείλου ναίουσιν γαίην καλλίσταχυν· ἐν δὲ κυδοιμόν πᾶσιν ὁμοῦ θήσει θεὸς ἄφθιτος. ἀλλὰ μάλ᾿ αἰνῶς ἀνὴρ Ἀσσύριος νόθος Αἰθίοψ ἵξεται ἄφνω θυμὸν ἔχων θηρὸς καὶ πάντ᾿ ἰσθμὸν διακόψει παπταίνων, ἐπὶ πᾶσιν ἰὼν πέλαγος διαπλεύσει. καὶ τότε σοι μάλα πολλὰ γενήσεται, ῾Ελλὰς ἄπιστε. αἰαῖ σοι, τλῆμον Ἑλλάς, ὅσα δεῖ σ΄ ἀνοιμῶξαι. ἕπτ᾿ ἐπὶ ὀγδοήκοντα ἐτῶν ἐπιτελλομενάων παμφύλου φοβεροῦ πολέμου σκύβαλον λυγρὸν ἔσσῃ. ἔνθα *Μακηδονίων* πάλιν ἔσσεται Ἑλλάδι πῆμα καὶ Θρῄκην ὀλέσει πᾶσαν καὶ μῶλον Ἄρηος νήσοις ἠπείροις τε φιλοπτολέμοις τε *τοράτροις*. ἔσσετ᾿ ἐνὶ προμάχοισι, τὸ δ᾿ οὔνομα τοῦτο μεθέξει, πεντήκοντ᾿ ἀριθμῶν δεκάκις στοιχεῖον ὃ ἀρχὴν ὠκύμορος δὲ γενήσεται· ἀλλὰ μεγίστην καλλείψει βασιλείαν ἀπειρεσίην τε κατ᾿ αἶαν. αὐτὸς δ᾿ αὖ πέσεται ὑπὸ δουροφόρου κακοβούλου *ζήσας ἐν συρίᾳ* ἡγούμενος οἷά περ ἄρξει δ᾿ αὖ μετέπειτα πάις τούτου μεγάθυμος στοιχείου ἀρχομένου· γένους <δὲ> διέξοδος οὐ Διός, οὐκ Ἄμμωνος ἀληθέα τοῦτον ἐροῦσιν πάντες ὁμῶς, Κρονίδαο νόθον δ᾿ ὣς ἀναπλάσονται. πολλῶν δ᾿ αὐ μερόπων ἀνδρῶν πόλεις ἐξαλαπάξει· Εὐρώπῃ δὲ μέγιστον ἀνασταχυώσεται ἕλκος. οὗτος καὶ Βαβυλῶνα πόλιν λωβήσεται καὶ πᾶσαν ὁπόσην ἐπιδέρκεται ἠέλιος γῆν, ἀντολίῃ, κόσμον τε καταπλεύσει μόνος αὐτός. αἰαῖ σοι, Βαβυλών, θριαμβίαισι λατρεύσεις, δεσπότις αὐδηθεῖσα· κατ᾿ Ἀσίδος ἔρχεται Ἄρης, ἔρχεται ἀτρεκέως καὶ σφάξει σου τέκνα πολλά. καὶ τότε δ᾿ ἐκπέμψεις τὸν σὸν βασιλήιον ἄνδρα τετράδος ἐξ ἀριθμοῦ συνώνυμον, ἐγχεσίμωρον δεινὸν τοξοβόλον τε μετὰ κρατερῶν πολεμιστῶν. καὶ τότε δὴ Κιλίκων καὶ Ἀσσυρίων μέσον ἕξει λιμὸς καὶ πόλεμος· αὐτὰρ βασιλεῖς μεγάθυμοι θυμοβόρου ἔριδος δεινὴν στάσιν ἀμφιβαλοῦσιν. ἀλλὰ σὺ μὲν *φύγε πέρον τὸν βασιλῆα λεῖπε δ᾿ αὐτόν*, μηδὲ θέλῃς μενέειν μηδ᾿ αἴδεο δειλὸς ὑπάρχειν· δεινὸς γάρ σε λέων ἐπιίξεται, ὠμοβόρος θήρ, ἄγριος ἀλλοδίκης λώπην ἀμφειμένος ὤμοις. φεῦγε κεραύνιον ἄνδρα. κακὸν δ᾿ Ἀσίῃ ζυγὸν ἥξει καὶ πάλι πᾶσα χθὼν πίεται φόνον ὀμβρήεντα. ἀλλ’ ὅταν Αἰγύπτου μεγάλην πόλιν ὀλβοδότειραν στηρίζει Πελλαῖος Ἄρης, αὐτῷ δ᾿ ὀνομήνῃ, μοῖραν καὶ θάνατον προδοθεὶς δρλίως ὑφ᾿ ἑταίρων Ἰνδοὺς γὰρ προλιπόντα καὶ ἐς Βαβυλῶνα μολόντα βάρβαρος ἐξολέσει τοῦτον φόνος ἀμφὶ τραπέζαις. ἄρξουσιν μετέπειτ᾿ ἄλλοι κατὰ φῦλον ἕκαστον δημοβόροι βασιλεῖς καὶ ὑπερφίαλοι καὶ ἄπιστοι έν ὀλίγοις ἔτεσιν· αὐτὰρ μεγάθυμος ἀγήνωρ. *ὃς πᾶσιν Εὐρώπην* ἐπικαλαμήσεται ἐξότε πᾶσα χθὼν πίεται παμφύλιον αἷμα, λείψει *ἀτὰρ βιότου μορφὴν ἰδίαν ἔσσονται δ’ ἄλλοι βασιλεῖς δὶς τέσσαρες ἄνδρες ἐκ γενεῆς τούτου, οἷς οὔνομα πᾶσι τὸ αὐτό. ἔσται δ᾿ Αἴγυπτος νύμφη τότε κοιρανέουσα, καὶ πόλις ἡ μεγάλη τε] Μακηδονίοιο ἄνακτος, πότνι᾿ Ἀλεξάνδρεια, κλυτὴ θρέπτειρα πολήων κάλλει τε στίλβουσα, μόνη μητρόπτολις ἔσται. καὶ τότε μεμφέσθω Μέμφις τοῖς κοιρανέουσιν. εἰρήνη δ᾿ ἔσται βαθεῖα κατὰ κόσμον ἅπαντα· γῆ δὲ μελάμβωλος καρποὺς τότε πλείονας ἕξει. καὶ τότ᾿ Ἰουδαίοις κακὸν ἔσσεται οὐδὲ φυγοῦνται λιμὸν καὶ λοιμὸν δυσανασχέτῳ ἤματι κείνῳ· ἀλλὰ μελάμβωλος καλλίσταχυς ἡ νεόκοσμος ὀλλυμένους πολλοὺς ὑποδέξεται ἀμβροσίη χθών. ἀλλ᾿ ὀκτὼ βασιλεῖς ἑλώδεος Αἰγύπτοιο πληρώσουσιν <ἐτῶν> ἀριθμοὺς τρεῖς καὶ πρός τε διακοσίους. αὐτὰρ γένος ἐξαπολεῖται αὐτῶν οὐ πάντων, ῥίζη δέ γε ἐξαναφύσει θηλυτέρη βροτολοιγός, ἑῆς προδότις βασιλείης. ἀλλ᾿ αὐτοὶ κακότητι κατ᾿ αὐτῶν ἔργα πονηρά ῥέξουσιν μετέπειτα καὶ ἄλλος ἄλλον ὀλέσσει· [κόψει πορφύρεος γενέτης γενετῆρα μαχητήν καὐτὸς ἀφ᾿ υἱῆος, πρὶν δὴ φυτὸν ἄλλο φυτεύσει, ἐκλείψει· ῥίζη δ᾿ ἀναθηλήσει μετέπειτα αὐτοφυής· τοῦ δὴ παραφυόμενον γένος ἔσται.] ἔσται γὰρ χώρης βασιλὶς παρὰ χεύμασι Νείλου ἑπταπόροις στομάτεσσιν ἐπερχομένοιο θαλάσσης, εἰκοστοῦ δ᾿ ἀριθμοῦ πολυήρατον οὔνομα ταύτῃ· μυρία δ᾿ αἰτήσει καὶ χρήματα πάντα συνάξει χρυσοῦ τ᾿ ἀργυρίου τε· δόλος δὴ ἔσσεται αὐτῇ εξ ἰδίων ἀνδρῶν. τότε σοι πάλι, γαῖα μάκαιρα, ἔσσονται πόλεμοί τε μάχαι τ᾿ ἀνδροκτασίαι τε. ἀλλ᾿ ὅταν ἄρξωνται πολλοὶ Ῥώμης ἐριθήλου, οὔτι γε μὴν μακάρων προλελεγμένοι, *ἀλλὰ* χιλιάδων δ᾿ ἀρχοὶ καὶ μυριάδων γεγαῶτες καὶ νομίμων ἀγορῶν οἱ ἐπίσκοποι ἠδὲ μέγιστοι Καίσαρες ἄρξουσιν διαδέγμενοι ἤματα πάντα· τούτων δ᾿ ὑστάτιος ἄρξει δεκάτου ἀριθμοῖο *ὑστάτιος Καίσαρος* ἐπὶ χθονὶ γυῖ᾿ Ἄρηι δεινῷ βεβλημένος ἀνδρὸς ὑπ᾿ ἐχθροῦ· ὃν παῖδες Ῥώμης ἰδίῃς παλάμῃσι φέροντες εὐσεβέως θάψουσ᾿, ἐπὶ δ᾿ αὐτῷ σῆμα χέουσιν ἧς φιλίης ἕκατι χάριν μνήμῃ μετέχοντες. ἀλλ᾿ ὁπόταν λυκάβαντος ἐπέλθῃ τέρμα χρόνοιο, δὶς δὲ *διηκοσίων* καὶ δὶς δέκα πληρώσασα, ἐξότε σου κτίστης, θηρὸς παῖς, ἡγεμόνευσεν, οὐκέτι δικτάτωρ ἔσται μεμετρημένος ἄρχων· ἀλλὰ ἄναξ βασιλεύς τε γενήσεται ἀντίθεος φώς. ἴσθι τότ᾿, Αἴγυπτέ, σοι ἐπερχόμενον βασιλῆα· ἥξει δ᾿ ἀτρεκέως φοβερὸς κορυθαίολος Ἄρης. καὶ τότε σοι, χήρη, ἔσται μετόπισθεν ἅλωσις· δεινοὶ γὰρ μαλεροί τε βίῃ περὶ τείχεα γαίης ἔσσονται πόλεμοι κακοεργέες. ἐν πολέμοις δὲ αὐτὴ λυγρὰ παθοῦσα νεοτρώτων καθύπερθεν φεύξει δειλαίη· μετέπειτα δὲ εἰς λέχος ἥξεις αὐτῷ τῷ φοβερῷ ὁ γάμος τέλος* ἐστὶ σύνευνος. αἰαῖ σοι, δύσνυμφε κόρη, βασιλήιον ἀρχήν δώσεις Ῥωμαίῳ βασιλεῖ καὶ πάντ᾿ ἀποτίσεις, ὅσσα πάρος *πολέμοισιν ἀνδρείῃσιν* ἔπραξας· δώσεις ὅλην ὅλην ἐμπροίκιον ἀνδρὶ κραταιῷ ἄχρις ἔσω Λιβύης καὶ ἀνδρῶν κυανοχρώτων. ἔσσῃ δ᾿ οὐκέτι χήρα, συνοικήσεις δὲ λέοντι ἀνδροβόρῳ φοβερῷ τε ἐνυαλίῳ πολεμιστῇ. καὶ τότε δειλαία ἐν ἀνθρώποισιν ἄφαντος πᾶσιν ⏑——,λείψεις γὰρ ἀναιδέα θυμὸν καὶ λάβεται *σεμνὴν ὁπο περίδρομος*, ἠχέτα ζῶσαν ἔσω *υ σπλην ἐφάρμοστος δαιδάλεος, πουλὺς δέ σε κλαύσεται —⏑⏑λαός, καὶ βασιλεὺς ἐπὶ σοὶ δεινὸν στοναχήσεται οἶκτον. καὶ τότε δ’ Αἴγυπτος λάτρις ἔσσεται ἡ πολύμοχθος, ἣ πολλοῖς ἔτεσιν τροπαιοφορέουσα κατ᾿ Ἰνδῶν· δουλεύσει δ᾿ αἰσχρῶς, ποταμῷ δ᾿ ἐπὶ δάκρυα μίξει καρποφόρῳ Νείλῳ, ὅτι δὴ κεκτημένη ὄλβον καὶ πάντων μέγεθος ἀγαθῶν, θρέπτειρα πολήων, θρέψει μηλοφάγου γενεὴν φοβερῶν ἀνθρώπων. αἶ, ὁπόσοις θήρεσσι λάτρις καὶ κύρμα γενήσῃ, Αἴγυπτε πολύολβε, θεμιστεύουσα δὲ λαοῖς· ἣ πρὶν καὶ βασιλεῦσιν ἀγαλλομένη μεγάλοισιν λαοῖς δουλεύσεις τλήμων διὰ λαὸν ἐκεῖνον, ὃν πάρος εὐσεβέοντα μετήγαγες ἐς πολὺ πῆμα μόχθων καὶ κοπετῶν, ἐπὶ δ᾿ αὐχένα θῆκας ἄροτρον αὐτοῦ καὶ δάκρυσιν βροτέοις ἤρδευσας ἀρούρας. τοὔνεκεν αὐτὸς ἄναξ θεὸς ἄφθιτος αἰθέρι ναίων ἐξαλαπάξει ὅλην καὶ εἰς κοπετὸν προϊάψει· καὶ τίσεις ἀνθ᾿ ὧν σὺ πάρος ποίησας ἀθέσμως. ὕστατα δὲ γνώσῃ, ὅτι σοὶ θεοῦ ἤλυθεν ὀργή. αὐτὰρ ἐγὼ Πυθῶνα καὶ εὔπυργον Πανοπῆα βήσομαι· ἔνθα με πάντες ἀληθέα φημίξουσιν μάντιν *χρησμῶ*· αὐτὰρ μεμανηότι θυμῷ ἄγγελον —⏔⏑· ἐπὴν βίβλοις μὴ τρέσσῃ, καὶ πάντα τά τ᾿ ἐσσόμενα πρό τ᾿ ἐόντα γνώσετ᾿ ἀφ᾿ ἡμετέρων ἐπέων· τότε τὴν θεόληπτον οὐκέτι τις *μάντιν* καλέσει χρησμῳδὸν ἀνάγκης. —ἀλλά, ἄναξ, νῦν παῦσον ἐμὴν πολυήρατον αὐδήν οἶστρον ἀπωσάμενος καὶ ἐτήτυμον ἔνθεον ὀμφήν καὶ μανίην φοβεράν, δὸς δ᾿ ἱμερόεσσαν ἀοιδήν.