Ancient Greek
591.1
Oribasius Med., Libri Ad Eunapium (Lib. 1-4) 591.1
Unproofread scanNot analysed yet
14 λεπίζω τὴν οὐρῆσιν ἐπὶ ἡμέρα προτρεπéτω. Τὴν γαστέρα δὲ ἐπεχομένην ὑπάγειν, ἔλαιον διδóντας πρὸ τῶν σιτίων καταρρόφᾶν καὶ πότε καὶ κάτωθεν ἐνιέντας· μαλάττει τε γὰρ τὰ περιττώματα καὶ ὀλισθoν ἐμποιεῖ· Φεύγειν δὲ τοὺς δριμεῖς κλυσιῆρας ὡς ξηραίνoντας τὸ ἕντερον. Ὑπάγει δὲ καὶ τὰ λάχανα πρὸ τῶν ἄλλων σιτίων ἐσθιόμενα [ἐν] γαρελαίω, καὶ σῦκα καὶ κοκκύμηλα καὶ τὰ ὅμοια τούτοις προεσθιόμενα· χειμῶνος δὲ ἰσχάδες καὶ ἔλαιαι ἀλμώδεις, καὶ ἡψημένα ἢ διακεβεγμένα Δαμάσκηνα ξηρά [ἐν] μελιχράτω καλῶν ἔχοντι τὸ μέλι καὶ δαφιλές. Οὐ μὴν, ὡςπερ εἴωθασί τινες, συμβουλεύσαιμι ἂν ἀλὸς αὐλῆς λαμβάνειν ἢ τῆς πικρᾶς ἄνευ τινὸς ἀνάγκης μεγάλης· κἂν γὰρ παρὰ μίαν ἡμέραν ἢ γαστὴρ ἐπὶ αὐτῶν ποιoίη, μηδὲν φαρμακώδες προσφέρειν· ἐπὶ πλεόν δὲ ἐπεχομένης, ἀρκέσει τῇ τρίτῃ διδóναι τῆς λινoζώσλεως καὶ τοῦ κυνῆκου σὺν πλισάνῃ καὶ τερεβινθίνης καρποῦ ποντικοῦ μέγεθος· πολλάκισ δὲ καὶ δύο καὶ τρία· μετὰ γὰρ τοῦ λαπάττειν καλῶς τὸν τε πνεύμονα καὶ τοὺς νεφροὺς καὶ τὰ ἄλλα σπλάγχνα διακαθαίρει.