Ancient Greek
592.2
Oribasius Med., Libri Ad Eunapium (Lib. 1-4) 592.2
Unproofread scanNot analysed yet
ιβ'. Περί οἴνου δυνάμεως. Χρὴ δὲ γινώσκειν τὸν πεφροντισκότα τῆς ὑγιείας καὶ περὶ οἴνου 1 10 δυνάμεως καὶ ἀφροδισίων ὁμοίως· ὁ τοίνυν οἶνος ἀναζωπυρεῖ μὲν τὸ ἐν ἡμῖν θερμόν, καὶ διὰ τοῦτο αἱ πέψεις ἀμείνους γίνονται καὶ τὸ αἷμα χρηστόν, τὴν τε τροφὴν διάγει πανταχοῦ πόρμος ὤν· διὸ καὶ τοὺς ἐκ νόσων ἰσχνωθέντας εὐτρόφους ἀπεργάζεται· ποιεῖ γὰρ καὶ ὀρεκτικούς τροφῶν, καὶ τὸ μὲν φλέγμα λεπτύνει, τὴν δὲ χολὴν 15 διὰ οὐρῶν ἐκκαθαίρει, καὶ τῇ ψυχῇ δὲ εὐφροσύνην καὶ ἡδονὴν ἐμποιεῖ