Ancient Greek
594.1
Oribasius Med., Libri Ad Eunapium (Lib. 1-4) 594.1
Unproofread scanNot analysed yet
τε καὶ ἀνατριψέσι καὶ λουτρῷ καὶ ἐλάτῳνι τροφῇ χρησαμένους, ἀνακομισθῆναι. ιγʹ. Περὶ ἀφροδισίων. Τὰ δὲ ἀφροδίσια βλαβερά μὲν στήθει καὶ πνεύμονι καὶ κεφαλῇ 1 καὶ νεύροις · τρέπει δὲ τὴν γνώμην ἐπὶ τὸ ἡμέτερον, ὡς μελαγχολίας καὶ μανίας καθιστᾶν, καὶ τῶν ἐρώντων τὴν ὠροθυμίαν ἐλαττοῦν κἂν ἐταίρας μισῶσι. Τοῖς δὲ χρωμένοις μίξεσι φυλάττεσθαι 2 προσήκει ὠλησμονὰς καὶ μᾶλλον τὰς ἀπὸ τοῦ οἴνου, καὶ ἔνδειαν, τὴν ἐπὶ τε ἐμετοῖς καὶ ταῖς κάτω καθάρσεσι γενομέναις, καὶ εἴ τινι γαστρὶ αὐτομάτως ῥυῇ · φυλάττεσθαι δὲ καὶ ἀπεισίας καὶ κόπους, καὶ εἴ τι ἄλλο πρὸς μέλλουσαν νόσον ὑποπίον. Ἡκιστὰ δὲ καὶ 3 ἐν φθινοπώρῳ μίγνυσθαι καὶ ἐν ἄλλῃ τινὶ ὥρᾳ νοσημάτων ἐπιδήμια φερούσῃ. Καιρὸς δὲ ἐπιτήδειος μίξεως ὁ μετὰ τροφὴν πρὸ τῶν 4 ὑπνῶν · καθυπνοῦντι γὰρ εὐθὺς καθίσταται ὁ κόπος · οὗτος δὲ καιρὸς