Ancient Greek
610.1
Oribasius Med., Libri Ad Eunapium (Lib. 1-4) 610.1
Unproofread scanNot analysed yet
τοὺς καυσομένους ὀνίνησιν εἴπερ τι καὶ ἄλλο τῶν ὑποχονδρίων. Αἰμωδίας τέ ἐστιν ἱαμα, καὶ ὁ χυλὸς δὲ αὐτῆς ὁμοίως · ὥστε οὐ μόνον ἐξωθεν ἐπιτιθέμενος, ἀλλὰ καὶ πινόμενος ἐμφύχει. Τοῦτο μέν γε καὶ αὐτῇ τῇ βοτάνῃ συμβέβηκεν ὅλη βρωθείση. Διὰ δὲ τὸ ὑποσύφειν, καὶ δυσεντερικοῖς ἐστὶν ἐπιτήδειον ἕδεσμα καὶ γυναικείῳ ῥῷ καὶ αἵματος ἀναγωγαῖς · εἰς ταῦτα μέν τοι πολὺ δραστικώτερος αὐτῆς τῆς σῶσας ὁ χυλὸς ἐστίν. —Ἄνεμόναι πᾶσαι δριμείας καὶ ῥυπλικῆς εἰσὶν ἐπισπαστικῆς τε καὶ ἀνασθωματικῆς δυνάμεως · ὅθεν ἡ τε ῥίζα διαμασωμένη φλέγμα προκαλεῖται, καὶ ὁ χυλὸς ἐκ ῥινῶν καθαιρεῖ, καὶ τὰς ἐν ὀφθαλμοῖς οὐλὰς λεπίζει, καὶ τὰ ῥυπαρὰ δὲ τῶν ἐλκῶν καθαίρουσι, καὶ λέπρας ἀφιστῶσιν, ἔμμηνά τε προκαλοῦνται [προσλιθέμεναι], καὶ γάλα κατασπῶσιν. —Ἄνθιον ἰκανῶς θερμαίνει καὶ ξηραίνει, διόπερ εἰκότως ἐναφεψημένον ἐλαίῳ διαφορητικόν τε καὶ ἀνώδυνον καὶ ὑπνοποιὸν καὶ πεπλικὸν ὠμῶν καὶ ἀπέπλων ὀγκῶν ὑπάρχει. Καὶὲν δὲ, σφοδρῶς θερμαίνει καὶ ξηραίνει, καὶ διὰ τοῦτο πλάδαροῖς ἐλκεσιν ἐπιπατιόμενον ὀνίνησι καὶ μάλιστα τοῖς ἐν αἰδοίῳ · τὰ δὲ ἐπὶ τῆς ψῶσθης χρόνια καὶ ἐπουλοῖ καλῶς. Ὑγρότερον δὲ δηλοῦντι καὶ ἧπιον θερμόν ἐστι τὸ χλωρόν, ὥστε πεπλικώτερον μὲν ἐστὶ τοῦ ξηροῦ μᾶλλον, διαφορητικὸν δὲ ἧπιον. —Ἄνθεμις ἢ χαμαίμηλον θερμαίνει καὶ ξηραίνει μετρίως, ἐστὶ δὲ καὶ λεπτομερῆς, καὶ διὰ ταῦτα καὶ διαφορητικὴ καὶ ἀραιωτικὴ καὶ χαλαστική · διὸ καὶ πώνοις ἀρωγόν ἐστιν, εἴπερ τι καὶ ἄλλο καὶ ἀλγημάτων σφαιύντικόν. Ἀνίησι δὲ καὶ χαλᾷ, τὰ συντεταμένα καὶ μαλάττει τὰ μετρίως σκληρά · καὶ πυρετῶν ὅποσοι χωρὶς σπλάγχνων φλεγμονῆς ἐνοχοῦσι λυτικὸν ὑπάρχει, καὶ τούτων μάλιστα τῶν ἐπὶ χολάδεσι χυμοῖς, ἢ συκνώσει δέρματος συνισταμένων. Ἔστι δὲ καὶ ὑποχονδρίῳ εὐμενὲς εἴπερ τι καὶ ἄλλο. Ἐξανθημάτων δὶ διὰ τὴν ὑπερβολὴν τοῦ πυρετοῦ γενομένων ἐν τῇ κεφαλῇ χαμαίμηλον [θεραπεύει] εἰ μὲν εἴη χλωρὸν ἐναφεψημένον τῷ ἐλαίῳ, εἰ δὲ ξηρόν,