Ancient Greek
614.9
Oribasius Med., Libri Ad Eunapium (Lib. 1-4) 614.9
Unproofread scanNot analysed yet
αὐτὸ μόνον ἴαται παιδικῶν σωμάτων καὶ γυναικείων. Ἄλλὰ κάπὶ τῶν ἢ βοὸς ἢ ὄνου ἢ προβάτου. Ὁ δὲ ὄρρος αὐτοῦ ῥυπτικὴν ἔχει δύναμιν καὶ ὑπαγωγὴς γαστρὸς ἕνεκα λαμβάνεται, καὶ διὰ κλυστηρίων ἐνίεται, περιῥύπτων τε καὶ περιπλύνων ἀδήκτως τὰς ἐν τοῖς ἐντέροις δριμύτητας, ἕλκη τε δριμέα καὶ ἰχώρας ἔχοντα καταλυζόμενον. Ἐπὶ δὲ δυσεντερικῶν καὶ πάντων τῶν κατὰ γαστέρα δριμέων ρευμάτων προαφεψημένῳ τῷ γάλακτι, διαπύρους κάχληκας ἐμβάλλειν χρή, καὶ ἕψειν τὸ γάλα μέχρις ἂν ἐκδαπανηθῇ τὸ πλεῖστον αὐτοῦ τῆς ὀρρώδους ὑγρότητος. Ἐὰν δέ τις σιδήρους κυλίνδρους διαπύρους ἐμβάλλῃ βελτίονα τὴν δύναμιν ἀπεργάζεται. Τὸ δὲ ὅλον γάλα πρὸς τε τὰ κατὰ τοὺς ὀφθαλμοὺς ρέματα δριμέα ἀρμόττει καὶ πρὸς τὰ ὑποσφάγματα καὶ ὑπόπια· καὶ μέντοι κατὰ τῶν βλεφάρων ἐξωθεν ὑπνοὺν μελόντων ἐπιτιθέμενον ἅμα ῥοδίνῃ καὶ ὤψπέτλει τὰς φλεγμονάς· γυναικὸς δὲ ἔστω τὸ γάλα πρὸς φατον ἐκ τῶν τισθῶν ἐπισιζόμενον. Ἐνίεμεν δὲ αὐτὸ καὶ μήτρας ἠλωμέναις, καὶ πρὸς πάντα δὲ τὰ παρηγορίας δεόμενα διὰ φλεγμονὴν, ἢ δήξειν, ἢ πακοήθειαν καλῶς αὐτῷ χρώμεθα. —Γῆ πᾶσα ξηραντικὴν ἔχει δύναμιν, καὶ ὅταν ἀκριβῶς ἢ πυρώδους ἀμικτος οὐσίας, ἀδηκτότατα ξηραίνει· συντελεῖ δὲ εἰς τοῦτο αὐτῇ τὸ πεπλῦσθαι, καὶ τῆς γεωργουμένης ἢ λιπαρὰ πᾶσα γῆ, χρήσιμος εἰς θεραπείαν ἐστὶν ἀπάντων τῶν ξηρανθηναὶ δεομένων μορίων, ὅθεν αὐτὴ κατὰ Ἀλεξάνδρειάν τε καὶ Αἰγυπτὸν χράνται. Εἶδον γοῦν ὑδρωδεῖς τε καὶ σπληνώδεις ἐνίους χρωμένους τῇ Αἰγυπτίᾳ γῇ καὶ χριομένους. Κατὰ δὲ τὸν αὐτὸν τρόπον, τὰς παλαίας φλεγμονὰς καὶ τὰ χαῦνα τῶν οἰδημάτων ὀνίνησιν ὁ πηλὸς ὁ αὐτός, ὥστε ἐνίους οἶδα καὶ ὅλην τὴν ξῖν οἰδαλέους ἐξ αἱμορροΐδων ἀμέτρου κενώσεως γενομένης, ὠφεληθέντας ἐναργῶς. Καὶ τινες ἀλγήματα χρόνια, κατὰ τινὰ μόρια ἐστηριγμένα, τῷ πηλῷ τούτῳ τελείως ἐξιάσαντο. Ἡ δὲ Λημνία γῆ, ἄλλοτε ἄλλῳ τῶν ὑγρῶν ἀνιμεμένη, φάρμακον ἐπιτήδειον γίνεται πρὸς τε τὴν τῶν [προσφάτων] τραυμάτων κόλλησιν καὶ τῶν χρονίων ἢ δυσεπουλῶτων ἢ πακοήθων ἰασιν. Ἡ δὲ Σαμία γῆ