Ancient Greek
627.9
Oribasius Med., Libri Ad Eunapium (Lib. 1-4) 627.9
Unproofread scanNot analysed yet
τὰ τε ἄλλα τὰ προειρημένα δρᾷ καὶ ξμβρυὰ προστιθέμενος κατασπᾷ τὸ δὲ δάκρυον αὐτοῦ, φθεῖρας κτείνει καὶ τρίχας φιλοῦ. —Κολοκύνθη ὑγραίνει καὶ ψύχει ἰκανῶς, ὅθεν καὶ τῶν ξυσμάτων αὐτῆς ὁ χυλὸς πρὸς ἀπαλγίας τὰς κατὰ φλεγμονὴν ἀρμόττει, σὺν ῥοδίνῳ χρωμένοις. Οὕτω δὲ καὶ ὅλη καταπλασσομένη, τὰς θερμὰς φλεγμονὰς ἐμφύχει. —Κόμμι ξηραντικὴς τέ ἐστι καὶ ἐμπλαστικῆς· δυνάμεως· καὶ δῆλον ὅτι καὶ τραχυτήτων ἰατική. —Κονία καυστικήν μὲν ἔχει θερμότητα, τῷ λεπτομερεῖ δὲ τῆς οὐσίας ἀνωδύνως καίει. —Κόνυζα καὶ ἡ μειζών καὶ ἡ μικροτέρα, θερμαίνουσι καὶ ξηραῖνουσι σφοδρῶς. Ἄφεψηθεῖσαι γοῦν ἐν ἐλαίῳ, τῶν κατὰ περιόδον ῥιγῶν ἀλεξιτήριον γίνονται. Τὰ δὲ ἄνθη αὐτῶν σὺν τοῖς φύλλοις τριψάντες τινες σὺν οἴνῳ πωτίζουσι ὑπὲρ τοῦ καταμήνια κινῆσαι βιαίως καὶ ἔμβρυα ἐκβάλλειν. —Κορίανον ἢ κόριον ἐξ ἐναντίων δυνάμεων σύγκειται, πολὺ μὲν ἔχουσα σκιρᾶς οὐσίας, ἥτις λεπτομερὴς ἐστὶ γεωδης, οὐκ ὀλίγον δὲ καὶ ὑδατώδους ὑγρότητος χλιαρὰς κατὰ δύναμιν. Ἔχει δὲ τι καὶ σήψεως ὀλίγον, ἐξ ὧν αὐτῶν ἐνεργεῖ σοικίλως. —Κόπροι αἰγῶν· σπύραθοι δὲ ἰδίως ὀνομάζονται δριμείας καὶ διαφορητικῆς οὖσαι δυνάμεως. Τοῖς σκιρρούμενοις ὀχοις ἀρμότλουσι, οὐκ ἐπὶ σπληνὸς μόνον, ἀλλὰ καὶ ἐπὶ ἄλλων μερῶν· ἔγωγε οὖν ἐπὶ γόνατος ἔχοντος ὀχον χρόνιον, ἐχρησάμην αὐταῖς διὰ ὀξυκράτου, καταπλαττεσθαι κελεύσας ἀλεύρων κριθίνων ἐπεμβαλλομένων· καὶ θαυμαστῶς ὁ ἄνθρωπος ἄνητο. Καὶ κατὰ ἄλλων δὲ μορίων οὕτος ὁ τρόπος ὠφελιμώτατος· δριμύτερον δὲ ἐστίν, ἢ ὥστε γυναῖκας ἀστείας ἢ παιδία θεραπεύειν, ἢ ὅλως τοὺς μαλακοσάρκους. Καὶ μέντοι καυθεῖσα λεπτομερεστέρα μὲν, οὐ μὴν δριμυτέρα σαφῶς γίνεται· διὸ καὶ πρὸς ἀλωπεκίας ἀρμόττει καὶ σῶντα ὅσα ῥυπλόντων δεῖται φαρμάκων, οἷον λέπρας τε καὶ λειχήνας καὶ ψώρας, ὅσα τε ἄλλα τοιαῦτα. Τῶν δὲ βοῶν αἱ