Ancient Greek
639.2
Oribasius Med., Libri Ad Eunapium (Lib. 1-4) 639.2
Unproofread scanNot analysed yet
Π Παλιούρου τὰ φύλλα καὶ ἡ ρίζα σιππλικῆς μὲν οὐκ ἀσαφῶς μετεῖληφε δυνάμεως ὡς καὶ τὴν ῥέουσαν ἐπέχειν γαστέρα, διαφορητικῆς δὲ εἰς τοσοῦτον, ὡς καὶ τὰ φύματα θεραπεύειν. Ὅσα γε μὴ λίαν ὑπάρχει φλεγμονώδη τε καὶ θερμά. Ὁ δὲ καρπὸς τμητικῆς εἰς τοσοῦτον μετέχει δυνάμεως, ὡς καὶ τοὺς ἐν κύστει λίθους θρύπτειν, καὶ ταῖς ἐν θώρακος καὶ πνεύμονος ἀναπλύσεσι βοηθεῖν. —Πενταφύλλου ἡ ρίζα ξηραίνει μὲν ἰκανῶς, ἡμισία δὲ ἐστὶ δριμεῖα, διὸ καὶ πολύχρηστος ὑπάρχει. —Πεπέρεως τὸ μὲν ἄρτι βλάστανον, τὸ μακρόν ἐστι, διὸ καὶ ὑγρότερον ὑπάρχει· τὸ δὲ οἶον ὀμφαξ, τὸ λευκόν ἐστι πῆπερι, δριμύτερον ὑπάρχον τοῦ μέλανος· ἐκεῖνο γὰρ οἶον ὑπερωπλημένον ἐστὶν ἤδη καὶ ὑπερεξηραμμένον. Ἄμφωτερα δὲ ἰσχυρῶς θερμαίνει καὶ ξηραίνει. —Πετροσελίνου τὸ σπέρμα δριμύ