Ancient Greek
648.3
Oribasius Med., Libri Ad Eunapium (Lib. 1-4) 648.3
Unproofread scanNot analysed yet
Φ Φακοὶ σλῦφουσι μὲν οὐχ ἰσχυρῶς, θερμότητος δὲ καὶ ψυχρότητος ἐν τῷ μέσῳ καθεστήκασι · ξηραίνουσι δὲ ἰκανῶς · αὐτὸ μὲν οὖν αὐτῶν τὸ σῶμα ξηραίνει τε καὶ ἴστησι τὴν γαστέρα · τὸ δὲ ἀφέψημα πποτρέχει. —Φακὸς ὁ ἐπὶ τῶν τελμάτων, ὑγρᾶς ἰκανῶς καὶ ψυχρᾶς ἐστὶ κράσεως. —Φοῖνιξ ὁ καρπὸς καὶ μάλιστα ὁ γλυκὺς οὐχ ὀλίγης μετέχει θερμότητος, οὐ μόνον δὲ ἐξωθεν ἐπιτιθέμενος · τονοῖ καὶ ξηραίνει καὶ συνάγει καὶ πειλοῖ καὶ πυκνοῖ, ἀλλὰ καὶ ὡς σιτίον λαμβανόμενος. —Φῦκος ὑγρόν ἐστι καὶ χλωρόν · ἐξαιρούμενον δὲ τῆς θαλάσσης, ἰκανῶς ψύχει καὶ ξηραίνει καὶ σλῦφει μετρίως.