Ancient Greek
665.2
Oribasius Med., Libri Ad Eunapium (Lib. 1-4) 665.2
Unproofread scanNot analysed yet
δ'. Τεταρταίου ἰάσεις. 1 Ὁ δὲ τεταρταῖος μακρότατός τέ ἐστι καὶ ἀκινδυνότατος ὅσον ἐπὶ 2 ἑαυτῷ. Δεῖ δὲ τοὺς κάμνοντας αὐτοὺς κατὰ ἀρχὰς μὲν μήτε ἰσχυροῦ 5 δώσεὶ φαρμάκου συγχινεῖν, μήτε κενοῦν σφοδρῶς, διαιτᾶν δὲ τοῖς ἀφύσοις, καὶ τὴν γαστέραν ὑπομαλάττειν τοῖς συνηθεσιν, μήτε δὲ χοιρείων λαμβανέτωσαν κρεῶν, μήτε ὅλως τῶν γλισχρῶν καὶ σα- 10 χυχύμων ἐδεσμάτων· ἀπεχέσθωσαν δὲ καὶ τῶν ψυχόντων καὶ ὑγραινόντων πάντων· οἴνῳ δὲ λευκῷ καὶ λεπτῷ [καὶ] θερμαίνοντι χρησάσθωσαν, καὶ τῶν πτηνῶν τοῖς μὴ ἐν ἔλεσι καὶ λίμναις διαιτωμένων, καὶ τοῖς εὐπέπτοις καὶ μηδὲν ἔχουσι γλισχρον τῶν ἰχθύων, 3 καὶ ταρίχει δὲ καὶ νάπυι. Καὶ πέπερι δὲ αὐτοὺς ὠφελήσει λεπτὸν 4 καὶ χρυσῶδες ἐπιπατιζόμενον ὕδατι θερμῷ καὶ σινώμενον. Τρίψεων δὲ καὶ περιπάτων, μὴ εἰργέσθωσαν· λουτροῦ δὲ εἰ δύναιτο παν-