Ancient Greek
669.1
Oribasius Med., Libri Ad Eunapium (Lib. 1-4) 669.1
Unproofread scanNot analysed yet
ζ'. Περί λειποθυμίας. 1 Αὐτὸ μὲν τὸ πρᾶγμα τῆς λειποθυμίας ἓν ἐστίν· αἰτίαι δὲ αὐτοῦ 1 πολλοί, καὶ θεραπείαι κατὰ ἑκάστην αὐτῶν ἴδιαι· τοσοῦτον οὖν 2 ὑπὲρ αὐτῶν νῦν ἐροῦμεν, [εἰς] ὅσον ἂν τις μαθὼν ἱκανὸς εἴη τοῖς 3 ἐξαίφνης προσπίπλουσιν ἐνίστασθαι παραξυρμοῖς. Τοῖς μὲν οὖν 4 ἐπὶ χολέραις καὶ κοιλίας ῥύσεσι καὶ ταῖς ἄλλαις κενώσεσι ταῖς 5 ἀμέτροις λειποθυμοῦσιν ὕδωρ τε προσραίνειν ψυχρόν καὶ ἀνατρί- 6 βειν τὴν τε ῥῖνα καὶ τὸ στόμα τῆς γαστρός, καὶ σπαρδᾶζειν δακτύ- 7 λων ἢ πτερῶν καθέσει καὶ ἀναγκάζειν ἐμεῖν· χείρας, σκέλη τε καὶ 8 πόδας διαδεῖν πλείοσι καὶ σφοδροτέροις δεσμοῖς· τὰ ἄνω μὲν ἐν 9 ταῖς κάτωθεν κενώσεσι, τὰ δὲ κάτω ἐν ταῖς ἄνωθεν. Βοηθεῖ δὲ ταῖς 10 τοιαύταις ἐκλύσεσι καὶ οἶνος ψυχρῷ κεκραμένος. —Λουτρὸν δὲ τοῖς 11 μὲν εἰς τὴν γαστέρα ρέυμασιν ἐπιτηδειότατον, τοῖς δὲ διὰ αιμορρα-