Ancient Greek
673.1
Oribasius Med., Libri Ad Eunapium (Lib. 1-4) 673.1
Unproofread scanNot analysed yet
τυπτικώτερον γὰρ εἶναι χρὴ τὸν σύμπαντα τρόπον τῆς βοηθείας. —19 Ὅταν δὲ ἐπὶ ψύξεσιν ἰσχυραῖς λειποψυχήσῃ τις, βοηθήσεις πᾶσι τρόποις ἐκθερμαίνων, οἶνον τε διδούς κεκραμένον θερμῷ καὶ τροφὰς 20 θερμανούσας, καὶ ἀνατρίβων παρὰ πυρί. —Τὰναντία δὲ ποιήσεις ἐπὶ τῶν διὰ πλείονα θερμασίαν λειποψυχούντων, ἐν ἀέρι πνιγῶδει διατριφάντων καὶ ἐν λουτρῷ χρονισάντων · τουνόστεν οὖν αὐτοὺς ἐν τῷ παραχρῆμα ψυχρὸν ὕδωρ ἐπιδιδούς πίνειν καὶ ριπίζων καὶ καταπνεῖσθαι ποιῶν, καὶ ἀνατρίβων τὸν στόμαχον· μετὰ 21 δὲ ταῦτα καὶ οἶνον καὶ τροφὰς διδούς. —Εἰ δὲ διὰ φλεγμονῆς ὑπερβολὴν ἢ κακοθειαν πυρετῶν λειποθυμοῖν τις ἐν ταῖς εἰσβολαῖς μετὰ τοῦ καταψύχεσθαι πόδας, θερμαίνων καὶ ἀνατρίβων σφοδρό- 22 τερον καὶ διασφίγγων τὰ ἄκρα, κατακοιμᾶσθαι τε κωλῶν, καὶ πάσης εἴργων προσφορᾶς σιτίου καὶ σώματος ἀναρρώσεις. —Τοῖς δὲ συγκοπῆναι διὰ ξηρότητα κινδυνεύουσιν, ἄρτον τι σὺν οἴνῳ δώσεις