Ancient Greek
680.1
Oribasius Med., Libri Ad Eunapium (Lib. 1-4) 680.1
Unproofread scanNot analysed yet
προσκαρτερεῖν χρὴ τοῖς λεπλύνουσιν ἐδέσμασί τε καὶ πόμασι καὶ ἐνέμασι ἀραιῶντας τὸ πάσχον σῶμα, διὰ τε πυρίων καὶ καταιονήσεων καὶ καταπλασμάτων. Αἰτίου δὲ ὄντος ὀγκοῦ παρὰ 8 φύσιν, ἴασθι δηλονότι τοῦτον. Δακνῶδους δὲ ὑγροῦ ποιούντος τὴν 9 ὀδύνην πολεμιώτατα τὰ λεπλύνοντα καὶ θερμαίνοντα· κατάλληλα δέ, εἰ μὲν ἴασθαι μέλλοι, τὰ κενοῦντα τὸν λυποῦντα χυμὸν διὰ τῶν ἀδήκτως ῥυπλόντων. Εἰ δὲ τοῦτο μὴ εἴη δυνατόν, τὰ κατακεράσαι 10 δυνάμενα· καὶ τούτου δὲ ὄντος ἀδύνατου, τὰ ναρκωτικὰ φάρμακα· τὰ μὲν γὰρ ὄντως ἀνώδυνα φάρμακα λεπλομερῆ τε εἶναι χρὴ καὶ 10 μετριῶς θερμὰ, μηδὲ ἠσλιωσοῦν μετέχοντα σίλψεως, οἷον ἐστὶ τὸ ἀνηθινον ἔλαιον ὑπὲρ τοῦ κενῶσαι καὶ συμπέψαι καὶ ὁμαλῦναι πᾶν ὅσον ἐν τοῖς ὀδυναμένοις ἐστὶ μορίοις. Τὰ δὲ λεγόμενα μόνον 11 ἀνώδυνα, ψύχει πᾶν τὸ σῶμα, καὶ ναρκοῖ τὴν αἴσθησιν, καταφοράν τε ἐργάζεται, καὶ χρὴ γινώσκειν ὡς ὁμοίον τι νεκρώσει πάσχοντα τὰ μέρη καὶ τῶν ὀδυνόντων αἰτίων ἀναίσθητα γίνεται. Καὶ πολ- 12