Ancient Greek
695.1
Oribasius Med., Libri Ad Eunapium (Lib. 1-4) 695.1
Unproofread scanNot analysed yet
χρήσθαι τούτοις ἐμπλάστοις τε και κηρωτοειδέσι φαρμάκοις, ψύχοντας μὲν τὰς ἑρμὰς δυσκρασίας διὰ τῶν ἰωμένων τὰ ἐρυσιπέλατα, θερμαίνοντας δὲ τὰς ψυχρὰς διὰ τῶν θερμαίνοντων, ὁποῖόν ἐστι καὶ τὸ ἀπλοῦν διὰ εὐφορβίου, μίαν μὲν ἔχον οὐγγίαν τοῦ εὐ- 10φορβίου, τρεῖς δὲ κηροῦ, καὶ ἐλαίου λίτραν α'. —Ἐπὶ δὲ τῶν διὰ δριμῶν χυμῶν κεφαλαγούντων κατὰ τὸ στόμα τῆς γαστρὸς ἀθροιζόμενον καὶ ἀτμοὺς εἰς τὴν κεφαλὴν ἀναπέμποντα, μάλιστα μὲν διὰ 11ἐμετῶν κενοῦν προσήκει τὸν λυποῦντα χυμόν. Εἰ δὲ ὁ πάσχων ἐμεῖν μὴ δύναται, τρέφειν αὐτὸν τάχιστα χρὴ εὐπέπλῳ καὶ εὐσιομάχῳ τροφῇ καὶ συμμετρῷ τῇ ὠσότητι · τῇ δὲ ὑστεραίᾳ διδόναι πειῖν ἀψίνθιον καὶ τοῦ λοιποῦ διαιτῆν αὐτὸν οὕτως, ὡς πέπτοντας ἀκριβῶς · ἔπει δὲ τρίτῃ ὥρᾳ ἢ τετάρτῃ ἄρτου τι προσφέρεσθαι, τοσοῦτον ὡς αὐτάρκες διάστημα σχεῖν ἄχρι τῆς ὥρας τοῦ 12λουτροῦ. Εἰ δὲ μὴ τις δύνατο καὶ αὐτὸν ἐσθίειν ἄρτον, ἐλαίων ἢ σιαφυλῶν ἢ φοινίκων ἢ τινὸς τοιούτου προσφερέσθω, τὸ καλλιον 13ἐκ τῆς πείρας αἱρούμενος. Κακίστη δὲ διάθεσις ἐπὶ μοχθηροῖς συνί-