Ancient Greek
702.1
Oribasius Med., Libri Ad Eunapium (Lib. 1-4) 702.1
Unproofread scanNot analysed yet
δὲ ἐστὶ χρίσμα θερμαῖνον τὸ διὰ εὐφορβίου μὲν ἔχον ἔο α', κηροῦ δὲ γ', ἐλαίου δὲ λίτραν τινὸς τῶν λεπτομερῶν· χρίειν δὲ τούτῳ τὸ ἡμίσυ μέρος τοῦ μετώπου μετὰ τοῦ κροταφίτου μυός. Χρησιμό- 4 τατον δὲ ἐστὶ πρὸς τὰς ψυχρὰς διαθέσεις, ὡς πολλάκις ἅπαξ χρι- 5 σθὲν πρὸ τοῦ βαλανείου τῆς ὅλης ὀδύνης ἀπαλλάτειν. Ὠφελεῖ δὲ 5 τοὺς οὕτω πάσχοντας καὶ εἰς τὸ οὖς ἐγχεόμενον χλιαρὸν ἔλαιον, εὐφορβίου βραχέος ἐμβεβλημένου, ὡς ἀρκεῖν εἰς λίτραν μίαν τοῦ ἐλαίου οὐγγίαν ἡμίσυ τοῦ εὐφορβίου.