Ancient Greek
718.2
Oribasius Med., Libri Ad Eunapium (Lib. 1-4) 718.2
Unproofread scanNot analysed yet
10ʹ Πρὸς διὰ πλῆγὴν ὑφαιμον τῶν ὀφθαλμῶν. Τὰ δὲ διὰ πλῆγὴν ὑφαιμον τοῦ ὀφθαλμοῦ, καταρχὰς, ἐπὶ φλεγμονῆς οὔσης, περιστερᾶς αἷμα θερμὸν ἢ τρυγόνος διακαθαίρει, καὶ πυρίαι διὰ σπόγγων ἁλῶν ὀλίγων τῷ ὕδατι μεμιγμένων, εἰ μὴ χιτῶν ἀνεξεσμένος εἴη· τοιούτου δὲ τινος συμβάντος, τῷ ὕδατι μόνῳ πυρίγιν. Καλῶς δὲ ἂν ἔχοι καὶ ἕριον ὠοῦ μετὰ ῥοδίνου δεῦ- 10σαντος κοῦφον ἐπιβάλλειν τῷ ὀφθαλμῷ. Καὶ σιούβης δὲ χλωρὰ φύλλα καταπλασσόμενα, ὠφελεῖ· καὶ φύλλα κράμβης καταπλασσόμενα. Χρονισάτων δὲ αὐτῶν, ἂν ἐπιμένῃ αἱμαλψ· ὕσσωΐπου κόμην λείαν λαβών, εἰς λινοῦν ράκος καθιεὶς εἰς ζέον ὕδωρ προσάπλου τῷ ὀφθαλμῷ, καὶ ἀκολουθεῖ τὸ αἷμα, ὥστε [ἐκ]πιεζῆσθαι.