Ancient Greek
728.8
Oribasius Med., Libri Ad Eunapium (Lib. 1-4) 728.8
Unproofread scanNot analysed yet
τοῖς ναρκοῦσι τὴν αἴσθησιν, γυναικείῳ γάλακτι μιγνύντας καὶ τοῦ ὠοῦ τῷ λευκῷ μήκωνος ὀπόν· μιγνύειν δὲ καὶ καστορίου βάρους τε τῆς κεφαλῆς ὄντος, παχεῖς αἴτιοι χυμοί. Καὶ ἐπειδάν τοιούτων τι παρακολουθεῖν, λίτρον καὶ ἀφρόνιτρον τοῖς ὠτικοῖς μίξεσι φαρμάκοις, καὶ λευκὸν καὶ μέλανα ἐλλέβορον, ἀμύγδαλα τε πικρά, καὶ ἀριστολοχιῶν τὴν παροῦσαν, καὶ σικύου ἀγρίου καὶ βρυονίας ῥίζαν, ἄρου τε καὶ δρακοντίου, καὶ κασίαν καὶ κενταύρειον τὸ μικρόν· διαρύπει γὰρ ταῦτα τοὺς πόρους καὶ λεπλύνει τὰ ἐμπεφραγμένα. Τὰς δὲ ἐπικειεῖς καὶ μὴ σφυγματοδεῖς φλεγμονὰς ἰκανὸν ἰᾶσθαι καὶ ὀξυρόδινον χλιαθὲν, καὶ γλαύκιον ἐπὶ ἀκόνης ἰατρικῆς ἀπότριβόμενον μετὰ ὀξέος: