Ancient Greek
731.1
Oribasius Med., Libri Ad Eunapium (Lib. 1-4) 731.1
Unproofread scanNot analysed yet
λθ´. Πρὸς τὰ ἠλωμένα ὦτα καὶ πυορροῦντα. 1 Τὰ δὲ ἠλωμένα τῶν ὤτων καὶ πυορροῦντα θεραπεύσεις γλαυκίᾳ μετὰ ξέους· ὅταν δὲ μετὰ ρέυματος, τοῖς τροχίσκοις, οἷς ἐστὶν ὁ τοῦ Ἀνδρωνος καὶ ὁ [τοῦ] Πολυείδου. Κἂν πυορροῇ χωρὶς ὀδύνης μὴ σφοδρᾶς, τοῖς αὐτοῖς θεραπεύσεις. Μηδὲν δὲ ἐνεργοῦντων αὐτῶν, τῷ σφοδρῷ χρησόμεθα· σιδήρου σκωρίαν χνωδὴν ποιήσαντες καὶ καθεψήσαντες ἐν ὄξει δριμυτάτῃ μέχρι γλοιώδους καὶ μελιτώδους συστάσεως. Πρὸς δὲ τὰ ἐκ πληγῆς ἠλωμένα ἄρτου θερμοῦ τὸ ἔντὸς τρίψας μετὰ μέλιτος, ἐπιτίθει· ἢ, σμύρναν μῖξας τὸ ἥμισυ μέρος, ἐπιτίθει. Μὴτε δὲ ἐπίδει ταῦτα, μήτε συνεχῶς ἀφαίρει τὰ ἐπιτιθέμενα.