Ancient Greek
735.9
Oribasius Med., Libri Ad Eunapium (Lib. 1-4) 735.9
Unproofread scanNot analysed yet
ῥαδίως ἰασόμεθα, πυρίᾳ δὲ ἄλμης καὶ καταπλάσμασιν καὶ φαρμάκοις διαφορητικωτέροις, οἷα εἰσὶν ἢ τε Μνασέου καὶ ἡ διαχυλοῦ, σκιρρομένων καὶ χρονιζουσῶν παρωτίδων ἐπιτηδεῖα· γίνεται γὰρ ἀλυπὸν τε καὶ ἀδηκτον φάρμακον, οὐ μόνον εἰ τις μέλιτι δεύσειεν αὐτῶν τὴν τέφραν, ἀλλὰ πολὺ μᾶλλον εἰ παλαῖον στέαρ ὑδς ἀναλοῦ ἐξιωσάσας μίξειεν· ἀλυπότατα γὰρ τοῦτο διαφέρει πάσας τὰς χρονι- 5 ζούσας φλεγμονάς, κἂν ἐν ῥευματικῆς ᾖσι διαθέσεως. Ἀρμόζει δὲ 6 ἐπὶ τῶν ἤδη σκιρρομένων καὶ ἰσχὰς ἐψημένη ἐν θαλάττῃ ἢ ἅλμῃ ὁμοίως καὶ θέρμων πικρῶν τὸ ἄλευρον ἐψηθὲν μετὰ μέλιτος, ὀλίγης ἀσβεστοῦ μίγείσης, καταπλασθόμενον.