Ancient Greek
743.2
Oribasius Med., Libri Ad Eunapium (Lib. 1-4) 743.2
Unproofread scanNot analysed yet
νγ'. Πρὸς τὰς ἐπὶ τοῦ γενείου συκώδεις ἐπαναστάσεις. 1 Λιθαργύρου, μίσους ὡμοῦ ἴσα τρίψας κατάχριε, ἢ κόλλαν τεκτονικὴν μετὰ μίλτου κατάχριε. —Ἄλλο σφόδρα γενναῖον· Ἐλατηρίου, ἄλῶν ὀρυκτῶν ἴσα μίξας κατάπλασσε, παραπτόμενος πυρὴν μύλης καθύγρου, ὥστε τὸ φάρμακον προσκαθίσαι. Μετὰ δὲ τὴν τοῦ φαρμάκου ἐπίθεσιν, χρησιέον λίνου σπέρματι λειωθέντι μετὰ ὕδατος. 4 Καθύγρων δὲ ὄντων τῶν ἐλκῶν, ἀπὸ ὧν ὕδωρ καθαρόν ἀπορρεῖ, χρησιέον τῷ Ἄνδρωνος τροχίσκῳ. —Πρὸς δὲ τὰ ἐπὶ τῶν γενείων ἐξανθήματα σίδηρον πεπυρακτωμένον ἐπίκαλε ξύλῳ παλιούρου