Ancient Greek
754.1
Oribasius Med., Libri Ad Eunapium (Lib. 1-4) 754.1
Unproofread scanNot analysed yet
§θ'. Περὶ τῶν ἐν τῷ στόματι παθῶν, φλεγμονῆς καὶ ἄφθας. Ἐπὶ δὲ τῆς ἐν τῷ στόματι φλεγμονῆς ὅταν μὲν πᾶν τὸ στόμα φαίνεται ωληθωρικὸν ἢ κακὸχυμον, φλεβοτομία δεόντως χρῶμεθα, καὶ καθάρσει καὶ κλυστήρσι καὶ ἀστιίαις. Εἰ δὲ μηδέτερον εἶν τούτων, ἐπὶ τῶν τοπικῶν ἰασιν εὐθὺς ἀφικνούμεθα, κατὰ ἀρχὰς μὲν ἀνασιέλοντες διὰ τῶν σιλυφόντων καὶ ψυχόντων, οἷον ἐστὶ τὸ διὰ μύρων, προσλαβόν ὀμφακος, ἢ ρόδων ἄνθος ἢ αὐτὰ τὰ ῥόδα ξηρά, βαλαυστίδιόν τε καὶ κύτινοι καὶ κηκίδες ὀμφακίτιδες, καὶ σιλυπήρια, καὶ ῥοῦς, καὶ γλαύκιον, καὶ ἀφέψημα μυρσίνης καὶ σχισίλης. Καὶ ἀρκεῖ τὸ διὰ μύρων τὸ τοῦ κρῆκου καὶ τῆς σμύρνης προσειληφὸς εἰς τὸ πέψαι τὴν φλεγμονήν. Συμπεθεῖσης δὲ αὐτῆς ἤδη, καὶ[τι] τῶν διαφορούντων μίγνυμεν, τὸ ἀφρόλιτρον, καὶ τὸ λίτρον ἢ τὸ θεῖον ἄπυρον, ὅπερ ἐστὶν ἀπάντων ἰσχυρότερον. Ἐνίοτε δὲ σίραιον ἢ μελίκρατον αὐτῷ μίγνυμεν, ἐνεψημένου ὀριγάνου ἢ ὑσσώπου ἢ γλήχανος ἢ θύμου ἢ θύμβρας ἢ καλαμίνθης· ἐπενοήθη γὰρ τὰ μέσα φάρμακα ταῖς δυνάμεσιν, ὥστε ἐπὶ τῆς χρείας μίγνύειν τὰ