Ancient Greek
756.9
Oribasius Med., Libri Ad Eunapium (Lib. 1-4) 756.9
Unproofread scanNot analysed yet
ογάζεται παραπλησίως τοῖς καυτη- καὶ ἑριδακίνης μιγνύνειν τῷ ψωμίσματι, διαπύρου τῆς ἄφθης ὑπαρ- 17 χούσης. Εἰ δὲ μηδέποτε δύναιτο ψωμίζεσθαι, τὴν τροφὴν ἐπὶ τοῖς 18 τοιούτοις διαιτᾶν. Καὶ μέντοι καὶ διαχρίειν τὰ βρέφη φαρμάκοις, ὑπερύθρων μὲν οὐσῶν τῶν ἀφθῶν, ἐν ἀρχῇ μὲν τοῖς μετρίᾳς ψύχουσί τε καὶ σιῦφουσιν, ἐφεξῆς δὲ τοῖς διαφοροῦσιν ἀδήκτως· ὑποξάνθων δὲ τοῖς αὐτοῖς μέν, ἀλλὰ μᾶλλον τοῖς ψύχουσιν· εἰ δὲ ὑπόλευκοι καὶ φλεγματικώτεροι τυγχάνοιεν, τοῖς ῥυπλικοῖς· εἰ δὲ 19 μέλαιναι τοῖς διαφοροῦσι γενναϊότερον. Ἐπὶ δὲ τῶν τελείων καὶ σκληρὰ σώματα ἔχοντων ἤρκεσε μίσυι χρῆσθαι μετὰ οἴνου σιῦφοντος, εἰ δὲ ὑπορύπαρος ἡ ἄφθα γένοιτο, σὺν οἰνομέλιτι τρίβειν· τοῖς δὲ ἰσχυροτέροις ἢ κατὰ τὸ μέσον φαρμάκοις χρήζουσι, [ὁ ἴδς] 20 σὺν οἴνᾳ τε καὶ οἰνομέλιτι χρήσιμον [ὁμοίως]. Τὰ μὲν δὴ τοιαῦτα δραστήρια· μέτρια δὲ καὶ μάλιστα πρὸς τὰς ἀρχομένας διαθέσεις, 21 ὀμφάκιον σὺν οἰνομέλιτι, καὶ ῥοὺς ὁμοίως. Ἐπὶ δὲ τῶν παιδίων ἀρκεῖ καὶ τὸ τῶν ῥόδων ἄνθος καὶ αὐτὰ τὰ ῥόδα ξηρά.