Ancient Greek
759.1
Oribasius Med., Libri Ad Eunapium (Lib. 1-4) 759.1
Unproofread scanNot analysed yet
τὴν γλῶσσαν · ἐμβεβλησθῶ δὲ κοχλιαρίῳ λελειούμενα ξηρὰ τὰ φάρμακα · διὰ γὰρ τῶν τοιούτων εἰς τὴν κατὰ φύσιν ἐπανάγειν προσήκει τὸν γαργαρεῶνα παντὶ τρόπῳ, καὶ μὴ σπεύδειν ἐκτέμνειν. 6 Ὅταν δὲ ἰσχυρὸς καὶ ἱμαντώδης γένηται ποτε τῆνιχαῦτα ἀφαιρεῖν · 7 τοιούτου δὲ αὐτὸν ἐργάζεται χρόνος μακρός. Μετὰ τὴν τομὴν δὲ δεῖ τῷ διφρυγεῖ μόνῳ σαραχρήμα τε καὶ μέχρι συνουλώσεως χρῆσθαι · τὴν γὰρ οὐλὴν ἀκριβῶς ἐσφιγμένην ἐργάζεται καὶ τούτου τοῦ μορίου, καὶ πάντων τῶν ἠλκωθέντων.