Ancient Greek
760.9
Oribasius Med., Libri Ad Eunapium (Lib. 1-4) 760.9
Unproofread scanNot analysed yet
σης, ὡς μηδὲν ἔξω διασημαίνειν · κα φαρμακῶ· τῆς γὰρ σφηνωθείσης ἐν τοῖς μορίοις ὑλης ἐλκυθείσης, ὡς οἰδήσαντα ἐξῶ, πᾶσα ἐλπίς τοῦ σωθῆναι τὸν ἄνθρωπον. Καὶ ἀνακογχυλίζειν δὲ τῷ τῆς φλιστάνης χυλῷ συμφέρει λεπτοτέρῳ μετὰ μέλιτος, καὶ τῷ τῶν ἰσχάδων ἀφεύηματι, καὶ τοῦ ὑσώπου καὶ τοῦ ὀριγάνου καὶ πρασίου· διαφοροῦνται γὰρ οἱ ἐν τοῖς μορίοις σφηνωθέντες γλίσχροι καὶ παχεῖς χυμοί. Ποιεῖ δὲ ἄκρως πρὸς συνάγχην κυνεῖα κόπρος λευκὴ ξηρανθεῖσα, λειωθεῖσά τε καὶ σεισθεῖσα μέλιτι δευομένη καὶ διαχριομένη. Γενναιότερον τούτου φάρμακον ἐπὶ συνάγχης, οὐκ ἂν τις εὑροί· χρὴ δὲ ὀσῖὰ μόνον φαγεῖν τοὺς κύνας. Λίνα ὠλεῖονα καὶ μάλιστα τῶν ἀπὸ τῆς θαλαττίας πορφύρας εἰ περιβαλὼν ἐχίδνης τραχήλῳ πνίξειας αὐτὴν τὴν ἐχίδναν, εἶτα περιάπλοις ἐν ἐκ τῶν λίνων τῷ τραχήλῳ, θαυμασίως ὅσονπερ ὀνίνησι, παρίσθημά τε καὶ ὅσα περὶ τράχηλον ἐκβλαστάνει.