Ancient Greek
762.2
Oribasius Med., Libri Ad Eunapium (Lib. 1-4) 762.2
Unproofread scanNot analysed yet
οδ'. Περί τῶν στοματικῶν φαρμάκων τῶν φλεγμονώτων παρισθμίων ἢ σιαφυλῆς ἢ τινος ἄλλου μέρους. Διὰ μώρων ἀπλοῶν· Τῶν μώρων τοῦ χυλοῦ κοτύλας πέντε, προ- 1 εῦνθας ἄχρι γλοιώδους συστάσεως, πρόσβαλε μέλιτος λίτραν μίαν καὶ ἔφε μέχρι μελιτώδους συστάσεως. Ἐπὶ δὲ τῆς χρήσεως, 2 ἐν μὲν ταῖς ἀρχαῖς μίγνυε καθάπερ εἴρηται τὰ ἀποκρουστικά· κατὰ 10 δὲ τὰς ἀκμάς τὰ στέλνοντα καὶ παρηγοροῦντα· κατὰ δὲ τὰς παρακμάς, τὰ διαφοροῦντα. Κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ διὰ τοῦ 3 χυλοῦ τῶν λεμμάτων τῶν καρύων, ποιήσεις στοματικὸν φάρμακον, καὶ διὰ τοῦ γλεύκους ἐξ αὐσίηρῶν σιαφυλῶν, καὶ ἀπὸ τοῦ χυλοῦ τῶν ροιῶν καὶ τῶν ἄλλων τῶν αὐσίηρῶν καρπῶν τῶν ἔχοντων χυλόν. Παχεῖ μὲν οὖν φανέντι τῷ χυλῷ μέλι μινύνειν εὐθέτως προσῆκεν· 4