Ancient Greek
774.1
Oribasius Med., Libri Ad Eunapium (Lib. 1-4) 774.1
Unproofread scanNot analysed yet
καθαίρει τὸ σπλάγχνον καὶ τὴν ἐν ὅλῳ τῷ σώματι χολὴν ἐκκρίνει διὰ ἱδρώτων· χρὴ δὲ εἶναι τὸ πινόμενον ἄχρι ζγʹ μετὰ γλυκέος ἢ μελιχράτου. Χρὴ δὲ καὶ συνεργεῖν τοῖς ἱδρώσιν. —Ἄλλο· Ἐρεβίνθων ξηρῶν ξ αʹ, ἀδιάντου δέσμιον χειροπληθές, ἀσπαράγων ἐλείων τῶν ρίζων χειροπληθές, ὕδατος κοτύλη· καὶ καθεψήσας καὶ διυλίσας τὸ ὑγρὸν δίδου πυρέτουσι διὰ ὕδατος, ἀπυρέτοις διὰ οἴνου. Καὶ τῶν ἀπὸ τῶν πετρῶν δὲ ἢ κεραμίδων πότιζε λειχήνας, διὰ ὑδρομέλιτος. Πρασίου χυλὸν διὰ ρινῶν ἔκτερον καθαίρει, ἐλατηρίου ὁμοίως ἐγχεόμενον ταῖς ρίσι μετὰ γάλακτος. Ὅταν δὲ τὸ μὲν ἄλλο σῶμα κατὰ φύσιν ἔχῃ, οἱ δὲ ὀφθαλμοὶ μένωσιν ὠχροί, δίδου ἐν βαλανείῳ ὄξους δριμυτάτου κοχλιάριον διὰ τῶν μυκτήρων ἀνέλκειν· ἀπορρέει γὰρ χολώδες πολὺ· ἢ μελάνθιον ἐν ὄξει δριμεῖ διαβρέχων πρὸ μιᾶς [ἡμέρας], εἶτα τῇ ὑστεραίᾳ σὺν ὄξει πάλιν λειῶν καὶ ἐγχέων εἰς τὴν ρῖνα διὰ τῶν μυκτήρων, ποιεῖ ἀναρρό-