Ancient Greek
776.2 to 777.5
Oribasius Med., Libri Ad Eunapium (Lib. 1-4) 776.2-777.5
Unproofread scanNot analysed yet
ρη'. Ὅσα ἐπέχει τὰς ἀφροδίσιας ὀρμὰς. Ἄγνου τὸ σπέρμα πεφρυγμένον καὶ ἀφρυκτον, καὶ τὰ φύλλα δὲ καὶ τὰ ἄνθη τὰς ἀφροδίσιας ὀρμὰς ἐπέχειν πεπίστευται, οὐκ ἐσθιόμενα μόνον καὶ πινόμενα, ἀλλὰ καὶ ὑποστρωννύμενα. Πήγανον ὁμοίως ἐπέχει. Τὸ τῶν φακῶν ἀφέψημα παῦειν φασὶ τὰς ἐντάσεις. Ἄνδράχνη ἐσθιομένη, Ἡρίδακος σπέρμα πινόμενον. ρθ'. Πρὸς γονόρροϊαν καὶ τοὺς ὀνειργωμοὺς. Θρίδακος σπέρμα πινόμενον ἐπέχει γονορροίας · ὧδε καὶ τοῖς ὀνειρώτῃσιν δίδεται. Οὕτω δὲ καὶ τῆς ἀγρίας καννάβως ὁ καρπός, εἰ ὅσον ἐρέσινθος μετὰ χνυείου σίεατος ἴσου [καὶ] κόμμεως τοῦ αὐτοῦ, καταπινόμενα ἢ συμφυραθέντα ἀλφίτῳ καὶ ἐσθιόμενα. Λαγωῦ ὄρχιν ἐπιζέσας εἰς οἶνον εὐώδη δὸς πιεῖν, καὶ ἀπαλλάσσεται. Καλαμίνθην καὶ σμύρναν ἐν οἴνῳ δὸς πιεῖν πρὸ τοῦ δείπνου. Καταχριέσθω δὲ τὸ αἰδοῖον κιμωλία μετὰ περδικίου χυλοῦ. Donne δὲ κατὰ τοῦ δακτυλίου, p. 529, 12. πλεῖω πωθεῖν, ξηραίνει τὴν γονήν. Μολύβδου πλάτυσμα ταῖς ψόαις ὑποτιθέμενον τοὺς ὀνειρώτιοντας ὀνίνησιν. Νυμφαίας ἡ ῥίζα καὶ τὸ σπέρμα ἐπέχει σπέρμα κατὰ τοὺς ὀνειραγωγούς, καὶ ἄλλως ἄμε- τροτέρως φερόμενον ἐν οἴνῳ μέλανι αὐστηρῷ πιωμένον· ἀνίθου σπέρμα. ρι'. Πρὸς ἐνουροῦντας. Κύσιν αἰγείαν ἢ προβάτου κεκαυμένην πῖνιζε διὰ ὀξυκράτου,