Ancient Greek
799.1
Oribasius Med., Libri Ad Eunapium (Lib. 1-4) 799.1
Unproofread scanNot analysed yet
ρλζʹ. Περὶ τῶν ἄλλων διαφορητικῶν ἐλαίων. 1 Καὶ τὸ ἐκ τοῦ χαμαιμηλοῦ δὲ ἔλαιον διαφέρει κατὰ ἑαυτό τε καὶ μᾶλλον ἐπεμβληθέντος ὁμοίως κατὰ τὴν αὐτὴν συσταθμίαν κηροῦ τε 2 καὶ ῥητίνης. Διαφορητικὸν δὲ ἐστὶ καὶ τὸ ἄνηθινον ἔλαιον εἴτε κατα- 3 μόνας, εἴτε σὺν κηρωτῇ καὶ ῥητίνῃ χρῶτὸ τις. Ἔψεῖν δὲ ἐπὶ ἄγγειοῦ διπλοῦ τὸ ἄνηθινον · ἄμεινον δὲ εἰ καὶ χλωρὸν εἴη τὸ ἄνη- 4 θον. Καὶ ῥίζας δὲ τοῦ τεύτλοῦ λευκοῦ καθεψήσας ἐν ἐλαίῳ καὶ ποιήσας ὡς εἴρηται, διαφορητικὸν ἔξεις φάρμακον, ὥσπερ καὶ τοῦ σικίου τοῦ ἀγρίου τὴν ῥίζαν καὶ τῆς ἄλθαίας καὶ τῆς βρυωνίας.