Ancient Greek
803.1 to 803.7
Oribasius Med., Libri Ad Eunapium (Lib. 1-4) 803.1-7
Unproofread scanNot analysed yet
μζʹ. Τὸ διὰ καλαμίνθης. μίξει τὸ μέλι, ξηρῷ τῷ φαρμάκῳ χρήσθαι παραπλησίως ἁλσίν · ἔξεστι δὲ καὶ εἰς πλισάνην ἐμβαλλειν ἢ εἰς ὄξος, ἢ τι τοιοῦτον ἀντὶ πιπερέως. Καὶ τὸ [σὺν τῷ] μέλιτι δὲ δυνατόν ἀναμινγύναι τοῖς ἐδέσμασι. Μετὰ μέντοι τὴν τροφὴν μηδέποτε διαλαμβάνειν μήτε τοῦτο, μήτε ἄλλο τι φάρμακον ἀνάδοσιν ἰσχυροτέραν ἐργαζόμενον. 1 Καλαμίνθης καὶ γλήχους καὶ πετροσελίνου καὶ σεσέλεως ἑκάστου Λιβʹ, σελίνου σπέρματος, θύμου, κορύμβων ἀνὰ Λδʹ, λιβυστικὸν Λεʹ, πιπερέως Λμηʹ. Τὰ μὲν ξηρὰ καὶ σκληρὰ τῶν βοτανῶν ἀπορρίπτειν, λαμβάνειν δὲ τὰ ἄκρα τῶν βοτανῶν σὺν τοῖς εὐθαλέσι φύλλοις καὶ τοῖς ἄνθεσι, κόπτειν δὲ ἅμα πάντα καὶ διαττῶν λεπτοτάτῳ κοσκίνῳ · μινγύνειν δὲ τὸ κάλλιστον μέλι ἀκριβῶς ἀπηφρισμένον. Ἡ δὲ χρῆσις αὐτοῦ γενέσθω μετὰ τὴν ἑωθινὴν ἀνάτριψιν πρὸ τῶν γυμνασίων καὶ λουτρῶν. Ἔξεστι δὲ καὶ χωρὶς τοῦ