Ancient Greek
105.9
Oribasius Med., Synopsis Ad Eustathium Filium 105.9
Unproofread scanNot analysed yet
χ βʹ, ἐλαίου παλαιοτάτου χ γʹ, χαλκίτεως γο. δʹ, λιθαργύρου χ γʹ. 10 τρου · ἐὰν γὰρ ἀπὸ ἀρχῆς ἐμβάλῃς αὐτά, καταναλίσκεται διὰ τῆς ἐψήσεως ὁ χυλὸς αὐτῶν, ὃν βουλόμεθα διαμένειν ἐπὶ πλείον διὰ τὴν σίλυφιν αὐτοῦ. Καὶ αὐτῆς δὲ τῆς σπάθης ἀποκόπτειν χρὴ τὸ ἤδη ὑπὸ τοῦ φαρμάκου ἀνεξηραμμένον, καὶ τοῦτο μὲν ρίψειν, τῷ δὲ καταλοίπῳ μέρει χρῆσθαι, ὅπως ἀπολάβῃ τὸ φάρμακον τῆς ὑγρότητος αὐτῆς. Τοῦτο δὲ χρὴ ποιεῖν καὶ δις καὶ τρίς εἰ ὀρθῆς ἀναξηραινομένην τὴν σπάθην. Φανερὸν δὲ ἐστὶν ὡς χρὴ τὸν κλάδον τοῦ φοίνικος πρόσφατον εἶναι καὶ αὐτῆς τῆς ἡμέρας πεκοῦσθαι, ὅπως ἐγχυλος εἴη. Ὅταν δὲ ἐψόμενον τὸ φάρμακον ἀμόλυντον γένηται, αὐτῷ μὲν ἐμπλάστρῳ χρήση κατὰ τε τῶν ἐναίμων τραυμάτων καὶ τῶν δυσπεουλώτων, καὶ ἐπὶ κόλπων, ἐλαίῳ δὲ διατήκων ἐπὶ τῶν φλεγμαινόντων πάντων χρωῖ, ἐν ποδάγραις, ἀρθρίτισιν ἐν παντὶ καιρῷ κατὰ ὃν οὐκ εἰσὶν ὀδύναι σφοδραὶ, ἐν βουβῶσιν, ἐν φύμασιν, ἐν κατακαύμασιν, ἐν χιμέθλαις, ἐν καταύμασιν, ἐν ῥευματικαῖς διαθέσεσιν ἀπάσαις. Ἐν τῷ λύεσθαι δὲ ἡ συμμετρία τοῦ φαρμάκου τοιάδε ἔστω · βραχὺ πλεῖον ἔστω τὸ φάρμακον τοῦ ἐλαίου, καὶ μᾶλλόν τοῦ σέρος, ὡς εἶναι δέκα μὲν οὐγγίας τοῦ φαρμάκου, ἐννέα δὲ τοῦ ἐλαίου.