Ancient Greek
108.2
Oribasius Med., Synopsis Ad Eustathium Filium 108.2
Unproofread scanNot analysed yet
ιγ´. Πόλλητος γεράνειος· ποιεῖ πρὸς τὰ πεπαχυσμένα ἢ κεχαλασμένα καὶ ἐπὶ ὧν κίνδυνος σάρσεσιν γενέσθαι, καὶ πρὸς τὰ ρεύματα τὰ εἰς ἄρθρον φερόμενα, ἐπὶ ὧν καὶ οἴδησις συμβαίνει, καὶ πρὸς τὰ ὀλισθὸν ἔχοντα μόρια, καὶ πρὸς τὰ ἠγκυλωμένα ἢ συνδεδεμένα, καὶ εἰ ὑπὸ βίας κινηθεῖν ἐκτοποῦντα ὡς ἐξάκουστον γίνεσθαι ψόφον. Ὦφέλιμον δέ ἐστι καὶ ὅταν ἐν ἀγκῶσιν ἢ γόνασιν ἢ ἄλλῃ τινὶ μορίῳ ἄργον ὑγρὸν περιέχεται ἢ πνεῦμα· καὶ γάγγλια δὲ ἴᾳται, καὶ πᾶσαν συστροφὴν καὶ στεατώματα καὶ ἀθηρώματα, καὶ πᾶν ἄργον ὑγρὸν ἢ πνεῦμα συσῖλιν [ἄν] περιέχεται ἐν χιτώσιν· ποιεῖ δὲ καὶ πρὸς ἀνευρύσματα, καὶ χοιράδας καὶ φύματα μαλάσσει, καὶ πάντα τὰ ἐσκληρυσμένα κατατίτρησι καὶ ἐξίποῖ καὶ ῥήσσει καὶ λεπύννει καὶ κολλᾷ, καὶ τὰ σαρεμένα τονοῖ. —Σκευάζεται δὲ οὕτως· ἀνδριάντος χαλκοῦ τοῦ ξέσματος τὸ ῥυπῶδες καὶ ἰώδες, ὅπερ τοῖς ἐξαιρεφομένοις συνίσταται γο κδ´, κηροῦ τὸ αὐτό, σάνδυκος τὸ ἡμισυ καὶ σανδαράχης τὸ αὐτό, τερεβινθίνης τὸ αὐτό· ἐὰν