Ancient Greek
109.1
Oribasius Med., Synopsis Ad Eustathium Filium 109.1
Unproofread scanNot analysed yet
δὲ σκληρότερον ἢ τὸ ξέσμα, τότε τὸ αὐτὸ τῷ ξέσματι τῆς τereβινθίνης ἔμβαλεῖς· γεράνου πάντα τὰ σπέρμα κεκαυμένα τὸν τρόπον τοῦτον· εἰς καινὴν χύτραν κεραμίαν ἔμβαλὼν τὰ σπέρμα ὅλα, καὶ τὸ σῶμα σπηλῷ περιπλάσας μετὰ πάσης τῆς χύτρας, ἔμβαλε τὴν χύτραν εἰς κάμινον ἕως ὁ μὲν σπηλὸς ἐκπυρωθῇ, εὑρεθῇ δὲ τὰ σπέρμα, 2 ἀναπωμασθείσης τῆς χύτρας, καυθέντα καὶ ἐνωθέντα. Ταῦτα λείου χρυσῶδη, εἶτα τὸν κηρὸν τήξας ἐπὶ ἀνθράκων ἄμα τῇ ῥητίνῃ ἔμπασσε εἰς αὐτὸν τὴν σανδαράκην καὶ τὴν σάδυκα λεῖα, καὶ ἀνάνειε ἕως ἂν καλῶς ἀναμιχθῇ, μετὰ ταῦτα δὲ ἔμβαλὼν εἰς ὄλμον τὸ ξέσμα κόπτε εὖ μᾶλα, ὡς ἀναμιχθῆναι μετὰ τοῦ κηροῦ τὰ ἀναμεμιγμένα καταχεόμενα, εἶτα ἔμπασσε τὰ σπέρμα λεῖα εἰς τὸν ὄλμον, καὶ κόπτε ἐρρώμενος ἄχρις ἂν καλῶς ἀναμιχθῇ καὶ ἐμπλαστώδες γένηται τὸ φάρμακον.