Ancient Greek
113.2
Oribasius Med., Synopsis Ad Eustathium Filium 113.2
Unproofread scanNot analysed yet
1 ἡ'. Ἡ διὰ οἰνάνθης. —Τὴν οἰνάνθην βοτάνην χρὴ λαβόμενον ἀμυαίαν ἕαρος ὥρη ριζόθεν ἐξερύσαντα χυλὸν ἐξ αὐτῆς ποιεῖσθαι καὶ ξηραίνειν ἐν ἡλίῳ· μετὰ δὲ ταῦτα λαβόμενον ῥητίνης τῆς κολο-φανίας μέρη ἡ' ἐπὶ τοῖσι τεσσαράκοντα, πρὸς δὲ καὶ τῆς ὑγρῆς ῥητίνης τῆς πιτυΐνης μέρη ἡ', κηροῦ μέρη ἡ', ἐλαίου μέρη δ', καὶ τοῦ χυλοῦ τῆς βοτάνης τετριμμένου λείου καὶ διασεσησμένου μέρη ε'.