Ancient Greek
124.1
Oribasius Med., Synopsis Ad Eustathium Filium 124.1
Unproofread scanNot analysed yet
πλασσε, ἢ ὄροβον λεῖον μετὰ μέλιτος ἐπιτίθει, ἢ ἐλαίας φύλλοις ἀπαλοῖς ἐφθοῖς ἐν οἴνῳ λειώσας ὡσαύτως χρῶ· κατάντλει δὲ ὕδατι θαλατλίῳ θερμῷ. —Πρὸς σκώληκας τοὺς ἐν ἔλκεσι τοῖς σηπεδονώδεσι γινομένους.] Χυλὸν καλαμίνθης ἔγχει, ἢ αὐτὴν τὴν καλαμίνθην χλωρὰν λειώσας κατάπλασσε. —Πρὸς χρονίας καὶ δυσσφαρκώτους καὶ συριγγώδεις κοιλότητας ἔλκῶν ἐν ῥευμάτων ὀστρείων ὀσῖᾳ καύσας λειώσας ἐπίπατε. Πευκεδάνου ρίζα ἐπιπάτεται ξηρὰ γενομένη χρυσόδης· αὕτη γὰρ ἐκκαθαίρει καὶ σαρκοῖ καὶ ἐπουλοῖ. —Πρὸς ἔλκη πιλαδαρά.] Ἔρια κεκαυμένα λεῖα ἐπιπατιζόμενα τὰς πιλαδαρὰς σάρκας ἐπὶ τῶν ἔλκῶν ἀποτίνει τάχιστα. Πλατάνου φλοιὸς καυθεὶς καὶ λεῖος ἐπιπατιζόμενος τὰ διὰ ὑγρότητα πολλὴν ἔλκη πιλαδαρὰ καὶ ῥυπαρὰ ἱᾶται. —Πρὸς ἔλκη δυσσεπούλωτα.] Ἄλὴν τὰ δυσσεπούλωτα τῶν ἔλκῶν ἱᾶται τὰ κατὰ ἕδραν καὶ αἰδοῖον μάλιστα, ὠφελεῖ δὲ καὶ τὰς φλεγμονὰς αὐτῶν ὕδατι διεθεῖσα. —Πρὸς ἔλκη σαλαϊά.] Τὰ σαλαϊὰ ἔλκη ἱᾶται κηρὸς ἐν ἡλίῳ μαλαχθεὶς καὶ ἀναλαβὼν λεπίδα χαλκοῦ χρυσόδη ὡς ἐνὶ μάλιστα πλεισίην, ἢ χρυσοκόλλαν. Δεῖ δὲ εἰς ὀθόνην ἐμπλάσσοντα τιθέναι καὶ μὴ ἀφαιρεῖν συνεχῶς.