Ancient Greek
125.1
Oribasius Med., Synopsis Ad Eustathium Filium 125.1
Unproofread scanNot analysed yet
ἀμύξαι συμμέτρως τοὺς τόπους· ἀμύξας δὲ τὸ αἷμα τρίψον, καὶ διαλιπὼν ὅσον ἡμίωριον, εἶτα σπογγίζας ἐντίθει τὸ φάρμακον ἐπὶ ἐκάστου τῶν στιγμάτων· τῇ τριταίᾳ δὲ πάλιν αὐτὸ λύσας τῶν ἐπιδέ- 4 σμων ἐλευθέρου. Διὰ μὲν οὖν τὴν τοῦ φαρμάκου χρήσιν μελανία τις ὀλιγοχρόνιος ἐπιγενήσεται, οὔτε δὲ ἕλκος, οὔτε οὐλὴ τις, καὶ 5 τὸ μελανθὲν ἀφανισθήσεται ἐν οὐδὲ ὀλαῖς ἡμέραις εἴκοσιν. Τὴν δὲ τοῦ φαρμάκου σύνθεσιν οὕτω ποιεῖ· κηροῦ, νίτρου, ἀφρονίτρου, ἀσβέστιου κονίας, λιβανωτοῦ ἴσα τρίψας ἐπίχει μέλιτος ἑνὸς τῶν προειρημένων τὸ διπλάσιον, δηλαδὴ συντηκομένου τοῦδε τῷ κηρῷ.