Ancient Greek
13.3
Oribasius Med., Synopsis Ad Eustathium Filium 13.3
Unproofread scanNot analysed yet
Τὸ μὲν δὴ κοινὸν ἀπάντων γυμνασίων ἐστὶ θερμότητος αὔξησιν ἐξ αὐτῶν τοῖς ζῴοις ἐργάσασθαι· τὰ δὲ ἴδια τῶν κατὰ ἕκαστον, τὸ μὲν εὐτονὸν γυμνάσιον, τοῦτέστι τὸ βιαίως ἄνευ τάχους διαπονοῦν, εἰς εὐτονίαν παρασκευάζει τοὺς τε μῦς καὶ τὰ νεῦρα· τοιαῦτα δὲ ἐστὶ τὸ τε σκάπτειν καὶ τὸ φορτίον ἁράμενον μέγιστον ἢ μένειν κατὰ χώραν, ἢ προβαίνειν μικρό. Καὶ οἱ ἄναντες δὲ περίπατοι τούτου τοῦ γένους εἰσί, καὶ τὸ ἀναρρίχᾶσθαι διὰ σχοινίου, καὶ πλείσια ἄλλα ὁμοιότροπα. Τὰ δὲ ταχέα χωρὶς εὐτονίας καὶ βίας ἐστίν· δρόμοι δὲ εἰσι ταῦτα καὶ σκιμαχίαι καὶ ἀπὸ χειρισμοί, καὶ τὸ διὰ κωρύκου τε καὶ τῆς μικρᾶς σφαῖρας γυμνάσιον. [Τὸ δὲ σφοδρὸν] σύνθετόν ἐστιν ἐξ εὐτόνου καὶ ταχέος· ὅσα γὰρ εὐτόνα τῶν