Ancient Greek
134.5
Oribasius Med., Synopsis Ad Eustathium Filium 134.5
Unproofread scanNot analysed yet
σδ'. Ἄλλο ἀπλοῦν. —Βούτυρον, κολοφωνία, κηρὸς λευκὸς νέος ἴσα τῷ σιλαβμῷ τηκόμενα. σε'. Πρὸς τὰς κατεψυγμένας διὰ γῆρας ἐξεις. —Λουόμενος ῥύμματι πυροῦντι χρήσθω τῷδε. Καλαμίνθην καὶ τὸ σάμψυχον καὶ τὸ ὕσσωπον καὶ δαφνίδας, καὶ τὴν τῶν σιεφαναμάτων λιθανωτίδα, καὶ λίθον πυρίτην, καὶ ἅλας, καὶ τρύγα κεκαυμένην, καὶ νίτρον, καὶ κίσηνιν τὸ κατὰ λόγον ἑκάστου, καὶ βραχὺ νάπυος καὶ τῆς ἀγρίας σιλαφίδος καὶ κόκκου κυνιδίου. Ἀπὸ δὲ τοῦ λουτροῦ ἀπόψω χρήσθω τῷδε.