Ancient Greek
137.8
Oribasius Med., Synopsis Ad Eustathium Filium 137.8
Unproofread scanNot analysed yet
2ἄρρενος, στυπτηρίας σχιστῆς ἴσα, ὀξοὺς τὸ ἀρκοῦν. ∠ςʹ. Ὁ τοῦ Ἥρᾶ πρὸς νομὰς πᾶσας, μάλιστα δὲ τὰς ἐν αἰδοίοις ρα'. Τροχίσκος πρὸς δυσεντερικοὺς, αἱμοπλοικοὺς, ῥοῦν γυναικείον. —Ὑποκιτίδος χυλοῦ, γῆς σαμίας, κηκίδος ὀμφακίτιδος, ἀκακίας κιρρᾶς ἀνὰ Δη'. Ἀναλάμβανε ὕδατι ὀμερίῳ· ἡ δὲ χρῆσις· ἐπὶ μὲν δυσεντερικῶν ἐνίεται μετὰ χυλοῦ ὀρύζης, ἢ φακῆς, ἢ τινος τοιούτου· ἐπὶ δὲ αἱμοπλοικῶν ἐν κοτύλῃ ψυχροῦ ὕδατος τοῦ φαρμάκου Δα'· ἐπὶ δὲ ῥοῦ γυναικείου ὁμοίως ἐνίεται μετὰ τινος χυλοῦ, ἢ προστίθεται ἐν κροκίδι ἐρίου ἀνεθεὶς χυλῷ σίρύχνου, ἢ πολυγόνου, ἢ ἀρνογλώσσου, ἢ τινος τοιούτου.